Buscador de nombres del texto
Selecciona el tipo de verso que deseas identificar en el texto:
Ὦ ἄνα, Λητοῦς υἱέ, Διὸς τέκος, οὔποτε σεῖο
λήσομαι ἀρχόμενος οὐδ᾽ ἀποπαυόμενος,
ἀλλ᾽ αἰεὶ πρῶτόν τε καὶ ὕστατον ἔν τε μέσοισιν
ἀείσω: σὺ δέ μοι κλῦθι καὶ ἐσθλὰ δίδου.
Φοῖβε ἄναξ, ὅτε μέν σε θεὰ τέκε πότνια Λητώ,
φοίνικος ῥαδινῇς χερσὶν ἐφαψαμένη,
ἀθανάτων κάλλιστον, ἐπὶ τροχοειδέϊ λίμνῃ,
πᾶσα μὲν ἐπλήσθη Δῆλος ἀπειρεσίη
ὀδμῆς ἀμβροσίης, ἐγέλασσε δὲ γαῖα πελώρη
γήθησεν δὲ βαθὺς πόντος ἁλὸς πολιῆς
Ἄρτεμι θηροφόνη, θύγατερ Διός, ἣν Ἀγαμέμνων
εἵσαθ᾽ ὅτ᾽ ἐς Τροίην ἔπλεε νηυσὶ θοῇς,
εὐχομένῳ μοι κλῦθι, κακὰς δ᾽ ἀπὸ κῆρας ἄλαλκε:
σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα.
Μοῦσαι καὶ Χάριτες, κοῦραι Διός, αἵ ποτε Κάδμου
ἐς γάμον ἐλθοῦσαι καλὸν ἀείσατ᾽ ἔπος:
‘ὅττι καλόν, φίλον ἐστι, τὸ δ᾽ οὐ καλὸν οὐ φίλον ἐστίν:’
τοῦτ᾽ ἔπος ἀθανάτων ἦλθε διὰ στομάτων.
Κύρνε, σοφιζομένῳ μὲν ἐμοὶ σφρηγὶς ἐπικείσθω
τοῖσδ᾽ ἔπεσιν, λήσει δ᾽ οὔποτε κλεπτόμενα,
οὐδέ τις ἀλλάξει κάκιον τοὐσθλοῦ παρεόντος,
ὧδε δὲ πᾶς τις ἐρεῖ: ‘Θεύγνιδός ἐστιν ἔπη
τοῦ Μεγαρέως πάντας δὲ κατ᾽ ἀνθρώπους ὀνομαστοῦ,’
ἀστοῖσιν δ᾽ οὔπω πᾶσιν ἁδεῖν δύναμαι:
οὐδὲν θαυμαστόν, Πολυπαΐδη: οὐδὲ γὰρ ὁ Ζεὺς
οὔθ᾽ ὕων πάντεσσ᾽ ἁνδάνει οὔτ᾽ ἀνέχων.
σοὶ δ᾽ ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός,
Κύρν᾽, ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτ᾽ ἐὼν ἔμαθον.
πέπνυσο, μηδ᾽ αἰσχροῖσιν ἐπ᾽ ἔργμασι μηδ᾽ ἀδίκοισιν
τιμὰς μηδ᾽ ἀρετὰς ἕλκεο μηδ᾽ ἄφενος.
ταῦτα μὲν οὕτως ἴσθι: κακοῖσι δὲ μὴ προσομίλει
ἀνδράσιν, ἀλλ᾽ αἰεὶ τῶν ἀγαθῶν ἔχεο:
καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν
ἵζε καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις.
ἐσθλῶν μὲν γὰρ ἄπ᾽ ἐσθλὰ μαθήσεαι: ἢν δὲ κακοῖσιν
συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
ταῦτα μαθὼν ἀγαθοῖσιν ὁμίλεε, καὶ ποτε φήσεις
εὖ συμβουλεύειν τοῖσι φίλοισιν ἐμέ.
Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκῃ ἄνδρα
εὐθυντῆρα κακῆς ὕβριος ἡμετέρης.
ἀστοὶ μὲν γὰρ ἔθ᾽ οἵδε σαόφρονες, ἡγεμόνες δὲ
τετράφαται πολλὴν ἐς κακότητα πεσεῖν.
οὐδεμίαν πω, Κύρν᾽, ἀγαθοὶ πόλιν ὤλεσαν ἄνδρες:
ἀλλ᾽ ὅταν ὑβρίζειν τοῖσι κακοῖσιν ἅδῃ
δῆμόν τε φθείρωσι δίκας τ᾽ ἀδίκοισι διδῶσιν
οἰκείων κερδέων εἵνεκα καὶ κράτεος,
ἔλπεο μὴ δηρὸν κείνην πόλιν ἀτρεμιεῖσθαι
μηδ᾽ εἰ νῦν κεῖται πολλῇ ἐν ἡσυχίῃ,
εὖτ᾽ ἂν τοῖσι κακοῖσι φίλ᾽ ἀνδράσι ταῦτα γένηται
κέρδεα δημοσίῳ σὺν κακῷ ἐρχόμενα.
Κύρνε πόλις μὲν ἔθ᾽ ἥδε πόλις, λαοὶ δὲ δὴ ἄλλοι,
οἳ πρόσθ᾽ οὔτε δίκας ᾔδεσαν οὔτε νόμους,
ἀλλ᾽ ἀμφὶ πλευραῖσι δορὰς αἰγῶν κατέτριβον,
ἔζω δ᾽ ὥστ᾽ ἔλαφοι τῆσδ᾽ ἐνεμοντο πό εο ς.
καὶ νῦν εἰσ᾽ ἀγαθοί, πολυπαΐδη: οἱ δὲ πρὶν ἐσθλοὶ
νῦν δειλοί. τίς κεν ταῦτ᾽ ἀνεχοιτ᾽ ἐσορῶν;
ἀλλήλους δ᾽ ἀπατῶσιν ἐπ᾽ ἀλλήλοισι γελῶντες,
οὔτε κακῶν γνώμας εἰδότες οὔτ᾽ ἀγαθῶν.
μηδένα τῶνδε φίλον ποιεῦ, Πολυπαΐδη, ἀστῶν
ἐκ θυμοῦ χρείης εἵνεκα μηδεμιῆς:
ἀλλὰ δόκει μὲν πᾶσιν ἀπὸ γλώσσης φίλος εἶναι,
χρῆμα δὲ συμμείξῃς μηδενὶ μηδ᾽ ὁτιοῦν
σπουδαῖον: γνώσῃ γὰρ ὀϊζυρῶν φρένας ἀνδρῶν,
ὥς σφιν ἐπ᾽ ἔργοισιν πίστις ἔπ᾽ οὐδεμία,
ἀλλὰ δόλους τ᾽ ἀπάτας τε πολυπλοκίας τ᾽ ἐφίλησαν
οὕτως ὡς ἄνδρες μηκέτι σῳζόμενοι.
μήποτε, Κύρνε, κακῷ πίσυνος βούλευε σὺν ἀνδρί,
εὖτ᾽ ἂν σπουδαῖον πρῆγμ᾽ ἐθέλῃς τελέσαι,
ἀλλὰ μετ᾽ ἐσθλὸν ἰὼν βούλευ καὶ πολλὰ μογήσας
καὶ μακρὴν ποσσὶν, Κύρν᾽, ὁδὸν ἐκτελέσας.
πρῆξιν μηδὲ φίλοισιν ὅλως ἀνακοινέο πᾶσι:
παῦροί τοι πολλῶν πιστὸν ἔχουσι νόον.
Παύροισιν πίσυνος μεγάλ᾽ ἀνδράσιν ἔργ᾽ ἐπιχείρει,
μή ποτ᾽ ἀνήκεστον, Κύρνε, λάβῃς ἀνίην.
πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι
ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ.
παύρους εὑρήσεις, Πολυπαΐδη, ἄνδρας ἑταίρους
πιστοὺς ἐν χαλεποῖς πρήγμασι γινομένους,
οἵτινες ἂν τολμῷεν ὁμόφρονα θυμὸν ἔχοντες
ἶσον τῶν ἀγαθῶν τῶν τε κακῶν μετέχειν.
τούτων οὐχ εὕροις διζήμενος, οὐδ᾽ ἐπὶ πάντας
ἀνθρώπους, οὓς ναῦς μὴ μία πάντας ἄγοι,
οἷσιν ἐπὶ γλώσσῃ τε καὶ ὀφθαλμοῖσιν ἔπεστιν
αἰδώς, οὐδ᾽ αἰσχρὸν χρῆμ᾽ ἔπι κέρδος ἄγει.
μή μ᾽ ἔπεσιν μὲν στέργε νόον δ᾽ ἔχε καὶ φρένας ἄλλῃ,
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος,
ἀλλὰ φίλει καθαρὸν θέμενος νόον, ἤ μ᾽ ἀποειπὼν
ἔχθαιρ᾽ ἀμφαδίην νεῖκος ἀειράμενος.
ὃς δὲ μιῇ γλώσσῃ δίχ᾽ ἔχει νόον, οὗτος ἑταῖρος
δεινός, Κύρν᾽, ἐχθρὸς βέλτερος ἢ φίλος ὤν.
ἤν τις ἐπαινήσῃ σε τόσον χρόνον ὅσσον ὁρῴη
νοσφισθεὶς δ᾽ ἄλλῃ γλῶσσαν ἱῇσι κακήν,
τοιοῦτός τοι ἑταῖρος ἀνὴρ φίλος οὔτι μάλ᾽ ἐσθλός,
ὅς κ᾽ εἴπῃ λῷα φρονῇ δ᾽ ἕτερα.
ἀλλ᾽ εἴη τοιοῦτος ἐμοὶ φίλος, ὃς τὸν ἑταῖρον
γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, ταῦτ᾽ ἐνὶ θυμῷ
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω.
μηδείς σ᾽ ἀνθρώπων πείσαι κακὸν ἄνδρα φιλῆσαι,
Κύρνε: τί δ᾽ ἔστ᾽ ὄφελος δειλὸς ἀνὴρ φίλος ὤν;
οὔτ᾽ ἄν σ᾽ ἐκ χαλεποῖο πόνου ῥύσαιτο καὶ ἄτης,
οὔτε τι ἐσθλὸν ἔχων τοῦ μεταδοῦν ἐθέλοι.
δειλοὺς εὖ ἕρδοντι ματαιοτάτη χάρις ἐστίν:
ἶσον καὶ σπείρειν πόντον ἁλὸς πολιῆς.
οὔτε γὰρ ἂν πόντον σπείρων βαθὺ λήϊον ἀμῷς,
οὔτε κακοὺς εὖ δρῶν εὖ πάλιν ἀντιλάβοις.
ἄπληστον γὰρ ἔχουσι κακοὶ νόον: ἢν δ᾽ ἓν ἁμάρτῃς,
τῶν πρόσθεν πάντων ἐκκέχυται φιλότης:
οἱ δ᾽ ἀγαθοὶ τὸ κάκιστον ἀμαυρίσκουσι παθόντες,
μνῆμα δ᾽ ἔχουσ᾽ ἀγαθῶν καὶ χάριν ἐξοπίσω.
μήποτέ τοι κακὸν ἄνδρα φίλον ποιεῖσθαι ἑταῖρον,
ἀλλ᾽ αἰεὶ φεύγειν ὥστε κακὸν λιμένα.
πολλοί τοι πόσιος καὶ βρώσιός εἰσιν ἑταῖροι,
ἐν δὲ σπουδαίῳ πρήγματι παυρότεροι.
κιβδήλου δ᾽ ἀνδρὸς γνῶναι χαλεπώτερον οὐδέν,
Κύρν᾽, οὐδ᾽ εὐλαβιης ἔσθ᾽ ὅτι δεῖ πλέονος.
χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἀνσχετὸς ἄτη,
Κύρνε, καὶ ἐξευρεῖν ῥᾴδιον ἀνδρὶ σοφῷ:
εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεσσι λελήθῃ
ψυδρὸς ἐών, δόλιον δ᾽ ἐν φρεσὶν ἦτορ ἔχῃ,
τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσιν,
καὶ γνῶναι πάντων τοῦτ᾽ ἀνιηρότατον.
οὐ γὰρ ἂν εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός,
πρὶν πειρηθείης ὥσπερ ὑποζυγίου:
οὐδέ κεν εἰκάσσαις ὥσπερ ποτ᾽ ἐς ὤνιον ἐλθών:
πολλάκι γὰρ γνώμην ἐξαπατῶσ᾽ ἰδέαι.
μήτ᾽ ἀρετὴν εὔχου, Πολυπαΐδη, ἔξοχος εἶναι,
μήτ᾽ ἄφενος: μοῦνον δ᾽ ἀνδρὶ γένοιτο τύχη.
οὐδὲν ἐν ἀνθρώποισι πατρὸς καὶ μητρὸς ἄμεινον
ἔπλετο τοῖς ὁσίη, Κύρνε, μέμηλε δίκη.
οὐδείς, Κύρν᾽, ἄτης καὶ κέρδεος αἴτιος αὐτός,
ἀλλὰ θεοὶ τούτων δώτορες ἀμφοτέρων:
οὐδέ τις ἀνθρώπων ἐργάζεται ἐν φρεσὶν εἰδὼς
ἐς τέλος εἴτ᾽ ἀγαθὸν κίνυται εἴτε κακόν.
πολλάκι γὰρ δοκέων θήσειν κακὸν ἐσθλὸν ἔθηκεν
καί τε δοκῶν θήσειν ἐσθλὸν ἔθηκε κακόν.
οὐδέ τῳ ἀνθρώπων παραγίνεται ὅσσα θέλῃσιν:
ἴσχει γὰρ χαλεπῆς πείρατ᾽ ἀμηχανίης.
ἄνθρωποι δὲ μάταια νομίζομεν, εἰδοτες οὐδέν:
θεοὶ δὲ κατὰ σφέτερον πάντα τελοῦσι νόον.
οὐδείς πω ξεῖνον, Πολυπαΐδη, ἐξαπατήσας
οὐδ᾽ ἱκέτην θνητῶν ἀθανάτους ἔλαθεν.
βούλεο δ᾽ εὐσεβέων ὀλίγοις σὺν χρήμασιν οἰκεῖν
ἢ πλουτεῖν ἀδίκως χρήματα πασάμενος.
ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ᾽ ἀρετή 'στι,
πᾶς δέ τ᾽ ἀνὴρ ἀγαθός, Κύρνε, δίκαιος ἐών.
χρήματα μὲν δαίμων καὶ παγκάκῳ ἀνδρὶ δίδωσιν,
Κύρν᾽: ἀρετῆς δ᾽ ὀλίγοις ἀνδράσι μοῖρ᾽ ἕπεται.
Γ̔́βριν, Κύρνε, θεὸς πρῶτον κακῷ ὤπασεν ἀνδρί,
οὗ μέλλει χώρην μηδεμίαν θέμεναι.
τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται
ἀνθρώπῳ, καὶ ὅτῳ μὴ νόος ἄρτιος ᾖ.
μήποτέ μοι πενίην θυμοφθόρον ἀνδρὶ χολωθεὶς
μηδ᾽ ἀχρημοσύνην οὐλομένην πρόφερε:
Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλως,
ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν.
μήποτε, Κύρν᾽, ἀγορᾶσθαι ἔπος μέγα: οἶδε γὰρ οὐδεὶς
ἀνθρώπων ὅτι νὺξ χἠμέρη ἀνδρὶ τελεῖ.
πολλοί τοι χρῶνται δειλαῖς φρεσί, δαίμονι δ᾽ ἐσθλῷ,
οἷς τὸ κακὸν δοκέον γίγνεται εἰς ἀγαθόν:
εἰσὶν δ᾽ οἳ βουλῇ τ᾽ ἀγαθῇ καὶ δαίμονι δειλῷ
μοχθίζουσι, τέλος δ᾽ ἔργμασιν οὐχ ἕπεται.
οὐδεὶς ἀνθρώπων οὔτ᾽ ὄλβιος οὔτε πενιχρὸς
οὔτε κακὸς νόσφιν δαίμονος οὔτ᾽ ἀγαθός.
ἄλλ᾽ ἄλλῳ κακόν ἐστι, τὸ δ᾽ ἀτρεκὲς ὄλβιος οὐδεὶς
ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾷ.
ὃν δὲ θεοὶ τιμώσ᾽, ὃν χὠ μωμεύμενος αἰνεῖ:
ἀνδρὸς δὲ σπουδὴ γίνεται οὐδεμία.
θ εο ῖς εὔχου: θ εο ῖς ἐστιν ἔπι κράτος: οὔτοι ἄτερ θεῶ ν
γίνεται ἀνθρώποις οὔτ᾽ ἀγάθ᾽ οὔτε κακά.
ἄνδρ᾽ ἀγαθὸν πενίη πάντων δάμνησι μάλιστα
καὶ γήρως πολιοῦ, Κύρνε, καὶ ἠπιάλου:
ἣν δὴ χρὴ φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον
ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατ᾽ ἠλιβάτων.
πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
οὔθ᾽ ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται.
χρὴ γὰρ ὁμῶς ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
δίζησθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης.
τεθνάμεναι, φίλε Κύρνε, πενιχρῷ βέλτερον ἀνδρὶ
ἢ ζώειν χαλεπῇ τειρόμενον πενίῃ.
κριοὺς μὲν καὶ ὄνους διζήμεθα, Κύρνε, καὶ ἵππους
εὐγενέας, καὶ τις βούλεται ἐξ ἀγαθῶν
πάσασθαι: γῆμαι δὲ κακὴν κακοῦ οὐ μελεδαίνει
ἐσθλὸς ἀνήρ, ἤν τις χρήματα πολλὰ διδῷ:
οὐδὲ γυνὴ κακοῦ ἀνδρὸς ἀναίνεται εἶναι ἄκοιτις
πλουσίου, ἀλλ᾽ ἀφνεὸν βούλεται ἀντ᾽ ἀγαθοῦ.
χρήματα γὰρ τιμῶσι: καὶ ἐκ κακοῦ ἐσθλὸς ἔγημεν
καὶ κακὸς ἐξ ἀγαθοῦ: πλοῦτος ἔμειξε γένος.
οὕτω μὴ θαύμαζε γένος, Πολυπαΐδη, ἀστῶν
μαυροῦσθαι: σὺν γὰρ μίσγεται ἐσθλὰ κακοῖς.
αὐτὸς ὁ τοιαύτην εἰδὼς κακόπατριν ἐοῦσαν
εἰς οἴκους ἄγεται χρήμασι πείθομενος,
εὔδοξος κακόδοξον, ἐπεὶ κρατερή μιν ἀνάγκη
ἐντύει, ἥτ᾽ ἀνδρὸς τλήμονα θῆκε νόον.
χρῆμα δ᾽ ὃ μὲν Διόθεν καὶ σὺν δίκῃ ἀνδρὶ γένηται
καὶ καθαρῶς, αἰεὶ παρμόνιμον τελέθει:
εἰ δ᾽ ἀδίκως παρὰ καιρὸν ἀνὴρ φιλοκερδέϊ θυμῷ
κτήσεται, εἴθ᾽ ὅρκῳ πὰρ τὸ δίκαιον ἑλών,
αὐτίκα μέν τι φέρειν κέρδος δοκεῖ, ἐς δὲ τελευτὴν
αὖθις ἔγεντο κακόν, θεῶ ν δ᾽ ὑπερέσχε νόος.
ἀλλὰ τάδ᾽ ἀνθρώπων ἀπατᾷ νόον: οὐ γὰρ ἐπ᾽ αὐτοῦ
τίνονται μάκαρες πρήγματος ἀμπλακίας:
ἀλλ᾽ ὁ μὲν αὐτὸς ἔτεισε κακὸν χρέος, οὐδὲ φίλοισιν
ἄτην ἐξοπίσω παισὶν ἐπεκρέμασεν:
ἄλλον δ᾽ οὐ κατέμαρψε δίκη: θάνατος γὰρ ἀναιδὴς
πρόσθεν ἐπὶ βλεφάροις ἕζετο κῆρα φέρων.
Oὐδείς τοι φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος:
τῆς δὲ φυγῆς ἐστιν τοῦτ᾽ ἀνιηρότερον.
οἶνόν τοι πίνειν πουλὺν κακόν: ἢν δέ τις αὐτὸν
πίνῃ ἐπισταμένως, οὐ κακὸς ἀλλ᾽ ἀγαθός.
θυμέ, φίλους κατὰ πάντας ἐπίστρεφε ποικίλον ἦθος,
ὀργὴν συμμίσγων ἥντιν᾽ ἕκαστος ἔχει.
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ
τῇ προσομιλήσῃ τοῖος ἰδεῖν ἐφάνη:
νῦν μὲν τῇδ᾽ ἐφέπου, τότε δ᾽ ἀλλοῖος χρόα γίνου.
κρέσσων τοι σοφίη γίνεται ἀτροπίης.
μηδὲν ἄγαν ἄσχαλλε ταρασσομένων πολιητέων,
Κύρνε, μέσην δ᾽ ἔρχευ τὴν ὁδὸν ὥσπερ ἐγώ.
†ὅστις τοι δοκέει τὸν πλησίον ἴδμεναι οὐδέν,
ἀλλ᾽ αὐτὸς μοῦνος ποικίλα δήνἐ ἔχειν,
κεῖνός γ᾽ ἄφρων ἐστὶ νόου βεβλαμμένος ἐσθλοῦ.
ἴσως γὰρ πάντες ποικίλ᾽ ἐπιστάμεθα,
ἀλλ᾽ ὁ μὲν οὐκ ἐθέλει κακοκερδείῃσιν ἕπεσθαι,
τῷ δὲ δολοπλοκίαι μᾶλλον ἄπιστοι ἅδον.
πλούτου δ᾽ οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν:
οἳ γὰρ νῦν ἡμῶν πλεῖστον ἔχουσι βίον,
διπλάσιον σπεύδουσι. τίς ἂν κορέσειεν ἅπαντας;
χρήματά τοι θνητοῖς γίνεται ἀφροσύνη:
ἄτη δ᾽ ἐξ αὐτῆς ἀναφαίνεται, ἣν ὁπότε Ζεὺς
πέμψῃ τειρομένοις, ἄλλοτε ἄλλος ἔχει
ἀκρόπολις καὶ πύργος ἐὼν κενεόφρονι δήμῳ,
Κύρν᾽, ὀλίγης τιμῆς ἔμμορεν ἐσθλὸς ἀνήρ.
οὐδὲν ἔτι πρέπει ἧμιν ἅτ᾽ ἀνδράσι σῳζομένοισιν:
ἀλλ᾽ ὡς πάγχυ πόλει, Κύρνε, ἁλωσομένῃ.
σοὶ μὲν ἐγὼ πτέρ᾽ ἔδωκα, σὺν οἷς ἐπ᾽ ἀπείρονα πόντον
πωτήσει καὶ γῆν πᾶσαν ἀειρόμενος
ῥηϊδίως: θοίνῃς δὲ καὶ εἰλαπίνῃσι παρέσσῃ
ἐν πάσαις, πολλῶν κείμενος ἐν στόμασιν,
καί σε σὺν αὐλίσκοισι λιγυφθόγγοις νέοι ἄνδρες
εὐκόσμως ἐρατοὶ καλά τε καὶ λιγέα
ᾁσονται. καὶ ὅταν δνοφερῆς ὑπὸ κεύθεσι γαίης
βῇς πολυκωκύτους εἰς Ἀΐδαο δόμους,
οὐδέποτ᾽ οὐδὲ θανὼν ἀπολεῖς κλέος, ἀλλὰ μελήσεις
ἄφθιτον ἀνθρώποις αἰὲν ἔχων ὄνομα,
Κύρνε, καθ᾽ Ἐλλάδα γῆν στρωφώμενος ἠδ᾽ ἀνὰ νήσους,
ἰχθυόεντα περῶν πόντον ἐπ᾽ ἀτρύγετον,
οὐχ ἵππων νώτοισιν ἐφήμενος, ἀλλά σε πέμψει
πᾶσιν ὅσοισι μέμηλε, καὶ ἐσσομένοισιν ἀοιδὴ
ἔσσῃ ὁμῶς, ὄφρ᾽ ᾖ γῆ τε καὶ ἠέλιος.
αὐτὰρ ἐγὼν ὀλίγης παρὰ σεῦ οὐ τυγχάνω αἰδοῦς,
ἀλλ᾽ ὥσπερ μικρὸν παῖδα λόγοις μ᾽ ἀπατᾷς.
κάλλιστον τὸ δικαιότατον, λῷστον δ᾽ ὑγιαίνειν,
πρᾶγμα δὲ τερπνότατον τοῦ τις ἐρᾷ τὸ τυχεῖν.
ἵππος ἐγὼ καλὴ καὶ ἀεθλίη, ἀλλὰ κάκιστον
ἄνδρα φέρω, καί μοι τοῦτ᾽ ἀνιηρότατον:
πολλάκι δ᾽ ἠμέλλησα διαρρήξασα χαλινὸν
φεύγεν, ἀπωσαμένη τὸν κακὸν ἡνίοχον.
οὔ μοι πίνεται οἶνος, ἐπεὶ παρὰ παιδὶ τερείνῃ
ἄλλος ἀνὴρ κατέχει πολλὸν ἐμοῦ κακίων:
ψυχρόν μοι παρὰ τῇδε φίλοι πίνουσι τοκῆες,
ὥστε κάμ᾽ ὑδρείῳ καί με γοῶσα φέρει,
ἔνθα μέσην περὶ παῖδα βαλὼν ἀγκῶν᾽ ἐφίλησα
δειρήν, ἡ δὲ τέρεν φθέγγετ᾽ ἀπὸ στόματος.
Γνωτή τοι πενίη γε καὶ ἀλλοτρίη περ ἐοῦσα:
οὔτε γὰρ εἰς ἀγορὴν ἔρχεται οὔτε δίκας:
πάντῃ γὰρ τοὔλασσον ἔχει, πάντῃ δ᾽ ἐπίμυκτος,
πάντῃ δ᾽ ἐχθρὴ ὁμῶς γίνεται ἔνθα περ ᾖ.
ἴσως τοι τὰ μὲν ἄλλα θεοὶ θνητοῖς ἀνθρώποις
γῆρας τ᾽ οὐλόμενον καὶ νεότητ᾽ ἔδοσαν:
τῶν πάντων δ᾽ ὃ κάκιστον ἐν ἀνθρώποις θανάτου τε
καὶ πασέων νούσων ἐστὶ πονηρότερον,
παῖδας ἐπεὶ θρέψαιο καὶ ἄρμενα πάντα παράσχοις,
χρήματα δ᾽ ἐγκαταθῇς πόλλ᾽ ἀνιηρὰ παθών,
τὸν πατέρ᾽ ἐχθαίρουσι, καταρῶνται δ᾽ ἀπολέσθαι,
καὶ στυγέουσ᾽ ὥσπερ πτωχὸν ἐσερχόμενον.
εἰκός τοι κακὸν ἄνδρα κακῶς τὰ δίκαια νομίζειν,
μηδεμίαν κατόπισθ᾽ ἁζόμενον νέμεσιν:
δειλῷ γάρ τ᾽ ἀπάλαμνα βροτῷ πάρα πόλλ᾽ ἀνελέσθαι
πὰρ ποδός, ἡγεῖσθαί θ᾽ ὡς καλὰ πάντα τιθεῖ.
ἀστῶν μηδενὶ πιστὸς ἐὼν πόδα τῶνδε πρόβαινε,
μήθ᾽ ὅρκῳ πίσυνος μήτε φιλημοσύνῃ,
μηδ᾽ εἰ Ζῆν᾽ ἐθέλῃ παρέχειν βασιλῆα μέγιστον
ἔγγυον ἀθανάτων πιστὰ τιθεῖν ἐθέλων.
οὐ γάρ τοι πόλει ὧδε καλοψόγῳ ἁνδάνει οὐδὲν
ὡς δί᾽ ὅτι ζῷεν πολλοὶ ἀνολβότερον:
νῦν δὲ τὰ τῶν ἀγαθῶν κακὰ γίνεται ἐσθλὰ κακοῖσιν
ἀνδράσιν: ἡγέονται δ᾽ ἐκτραπέλοισι νόμοις:
αἰδὼς μὲν γὰρ ὄλωλεν, ἀναιδείη δὲ καὶ ὕβρις
νικήσασα δίκην γῆν κατὰ πᾶσαν ἔχει.
οὐδὲ λέων αἰεὶ κρέα δαίνυται, ἀλλά μιν ἔμπης
καὶ κρατερόν περ ἐόνθ᾽ αἱρεῖ ἀμηχανίη.
Κωτίλῳ ἀνθρώπῳ σιγᾶν χαλεπώτατον ἄχθος,
φθεγγόμενος δ᾽ ἀδδὴς οἷσι παρῇ πέλεται,
ἐχθαίρουσι δὲ πάντες, ἀναγκαίη δ᾽ ἐπίμειξις
ἀνδρὸς τοιούτου συμποσίῳ τελέθει.
οὐδεὶς λῇ φίλος εἶναι ἐπὴν κακὸν ἀνδρὶ γένηται,
οὐδ᾽ ᾧ κ᾽ ἐκ γαστρός, Κύρνε, μιᾶς γεγόνῃ.
πικρὸς καὶ γλυκὺς ἴσθι καὶ ἁρπαλέος καὶ ἀπηνὴς
λάτρισι καὶ δμωσὶν γείτοσί τ᾽ ἀγχιθύροις.
οὐ χρὴ κιγκλίξειν ἀγαθὸν βίον, ἀλλ᾽ ἀτρεμίζειν,
τὸν δὲ κακὸν κινεῖν ἔστ᾽ ἄν ἐς ὄρθ᾽ ἐλάσῃς.
τοὶ κακοὶ οὐ πάντες κακοὶ ἐκ γαστρὸς γεγόνασιν,
ἀλλ᾽ ἄνδρεσσι κακοῖς συνθέμενοι φιλίην
ἔργα τε δείλ᾽ ἔμαθον καὶ ἔπη δύσφημα καὶ ὕβριν,
ἐλπόμενοι κείνους πάντα λέγειν ἔτυμα.
ἐν μὲν συσσίτοισιν ἀνὴρ πεπνυμένος εἶναι,
πάντα δέ μιν λήθειν ὡς ἀπεόντα δοκεῖ:
εἰς δὲ φέρει τὰ γελοῖα, θύρηφι δὲ καρτερός ἐστι,
γινώσκων ὀργὴν ἥντιν᾽ ἕκαστος ἔχει.
ἐν μὲν μαινομένοις μάλα μαίνομαι, ἐν δὲ δικαίοις
πάντων ἀνθρώπων εἰμὶ δικαιότατος.
πολλοί τοι πλουτοῦσι κακοί, ἀγαθοὶ δὲ πένονται:
ἀλλ᾽ ἡμεῖς τούτοις οὐ διαμειψόμεθα
τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,
χρήματα δ᾽ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.
Κύρν᾽, ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει ἔμπεδον αἰεί,
τολμᾷ δ᾽ ἔν τε κακοῖς κείμενος ἔν τ᾽ ἀγαθοῖς:
εἰ δὲ θεὸς κακῷ ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσῃ,
ἀφραίνων κακίην οὐ δύναται κατέχειν.
μήποτ᾽ ἐπὶ σμικρῇ προφάσει φίλον ἄνδρ᾽ ἀπολέσσαι
πειθόμενος χαλεπῇ, Κύρνε, διαιβολίῃ.
εἴ τις ἁμαρτωλῇσι φίλων ἐπὶ παντὶ χολῷτο,
οὔποτ᾽ ἂν ἀλλήλοις ἄρθμιοι οὐδὲ φίλοι
εἶεν. ἁμαρτωλαὶ γὰρ ἐ᾽ ἀνθρώποισιν ἕπονται
θνητοῖς, Κύρνε: θεοὶ δ᾽ οὐκ ἐθέλουσι φέρειν.
χὠ βραδὺς ὢν εὔβουλος ἕλεν ταχὺν ἄνδρα διώκων,
Κύρνε, σὺν εὐθείῃ θεῶν δίκῃ ἀθανάτων.
ἥσυχος ὥσπερ ἐγὼ μέσσην ὁδὸν ἔρχεο ποσσίν,
μηδ᾽ ἑτέροισι δίδου, Κύρνε, τὰ τῶν ἑτέρων.
οὐκ ἔστιν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος:
τῆς δὲ φυγῆς ἐστιν τοῦτ᾽ ἀνιηρότατον.
μήποτε φεύγοντ᾽ ἄνδρ᾽ ἐπὶ ἐλπίδι, Κύρνε, φιλήσῃς:
οὔτι γὰρ οἴκαδε βὰς γίνεται αὐτὸς ἔτι.
μηδὲν ἄγαν σπεύδειν: πάντων μέσ᾽ ἄριστα: καὶ οὕτως,
Κύρν᾽, ἕξεις ἀρετήν, ἥντε λαβεῖν χαλεπόν.
Ζεύς μοι τῶν τε φίλων δοίη τίσιν οἵ με φιλεῦσιν,
τῶν τ᾽ ἐχθρῶν μεῖζον, Κύρνε, δυνησαμένων:
χοὔτως ἂν δοκέοιμι μετ᾽ ἀνθρώπων θεὸς εἶναι,
εἴ μ᾽ ἀποτεισάμενον μοῖρα κίχοι θανάτου.
ἀλλὰ Ζεῦ τέλεσόν μοι Ὀλύμπιε καίριον εὐχήν,
δὸς δέ μοι ἀντὶ κακῶν καί τι παθεῖν ἀγαθόν:
τεθναίην δ᾽ εἰ μή τι κακῶν ἄμπαυμα μεριμνέων
εὑροίμην, δοίην τ᾽ ἀντ᾽ ἀνιῶν ἀνίας.
αἶσα γὰρ οὕτως ἐστί: τίσις δ᾽ οὐ φαίνεται ἡμῖν
ἀνδρῶν οἳ τἀμὰ χρήματ᾽ ἔχουσι βίῃ
συλήσαντες: ἐγὼ δὲ κύων ἐπέρησα χαράδρην
χειμάρρῳ ποταμῷ πάντ᾽ ἀποσεισάμενος.
τῶν εἴη μέλαν αἷμα πιεῖν, ἐπί τ᾽ ἐσθλὸς ὄροιτο
δαίμων, ὃς κατ᾽ ἐμὸν νοῦν τελέσειε τάδε.
Ά̂ δειλὴ Πενίη, τί μένεις προλιποῦς α παρ᾽ ἄλλον
ἄνδρ᾽ ἰέναι; μὴ δή μ᾽ οὐκ ἐθέλοντα φίλει,
ἀλλ᾽ ἴθι καὶ δόμον ἄλλον ἐποίχεο, μηδὲ μεθ᾽ ἡμέων
αἰεὶ δυστήνου τοῦδε βίου μέτεχε.
τόλμα, Κύρνε, κακοῖσιν, ἐπεὶ κἀσθλοῖσιν ἔχαιρες,
εὖτέ σε καὶ τούτων μοῖρ᾽ ἐπέβαλλεν ἔχειν:
ὡς δέ περ ἐξ ἀγαθῶν ἔλαβες κακόν, ὣς δὲ καὶ αὖτις
ἐκδῦναι πειρῶ θεοῖσιν ἐπευχόμενος,
μηδὲ λίην ἐπίφαινε: κακὸν δέ τι, Κύρν᾽, ἐπιφαίνων
παύρους κηδεμόνας σῆς κακότητος ἔχεις.
ἀνδρός τοι κραδίη μινύθει μέγα πῆμα παθόντος,
Κύρν᾽, ἀποτεινυμένου δ᾽ αὔξεται ἐξοπίσω.
εὖ κώτιλλε τὸν ἐχθρόν: ὅταν δ᾽ ὑποχείριος ἔλθῃ,
τεῖσαί νιν πρόφασιν μηδεμίαν θέμενος.
ἴσχε νόῳ, γλώσσης δὲ τὸ μείλιχον αἰὲν ἐπέστω:
δειλῶν τοι τελέθει καρδίη ὀξυτέρη.
οὐ δύναμαι γνῶναι νόον ἀστῶν ὅντιν᾽ ἔχουσιν:
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς.
μωμεῦνται δέ με πολλοί, ὁμῶς κακοὶ ἠδὲ καὶ ἐσθλοί,
μιμεῖσθαι δ᾽ οὐδεὶς τῶν ἀσόφων δύναται.
μή μ᾽ ἀέκοντα λίην κεντῶν ὑπ᾽ ἄμαξαν ἔλαυνε
εἰς φιλότητα βίῃ, Κύρνε, προσελκόμενος.
†Ζεῦ φίλε, θαυμάζω σε: σὺ γὰρ πάντεσσιν ἀνάσσεις
τιμὴν αὐτὸς ἔχων καὶ μεγάλην δύναμιν,
ἀνθρώπων δ᾽ εὖ οἶσθα νόον καὶ θυμὸν ἑκάστου,
σὸν δὲ κράτος πάντων ἔσθ᾽ ὕπατον, βασιλεῦ:
πῶς δή σευ, Κρονίδη, τολμᾷ νόος ἄνδρας ἀλιτροὺς
ἐν ταὐτῇ μοίρῃ τόν τε δίκαιον ἔχειν,
ἤν τ᾽ ἐπὶ σωφροσύνην τρεφθῇ νόος, ἤν τε πρὸς ὕβριν
ἀνθρώπων ἀδίκοις ἔργμασι πειθομένων;
οὐδέ τι κεκριμένον πρὸς δαίμονός ἐστι βροτοῖσιν,
οὐδ᾽ ὁδὸς ἥν τις ἰὼν ἀθανάτοισιν ἅδοι.
ἔμπης δ᾽ ὄλβον ἔχουσιν ἀπήμονα: τοὶ δ᾽ ἀπὸ δειλῶν
ἔργων ἴσχοντες θυμὸν ὅμως πενίην
μητέρ᾽ ἀμηχανίης ἔλαβον, τὰ δίκαια φιλεῦντες,
ἥτ᾽ ἀνδρὸς παράγει θυμὸν ἐς ἀμπλακίην,
βλάπτουσ᾽ ἐν στήθεσσι φρένας κρατερῆς ὑπ᾽ ἀνάγκης:
τολμᾷ δ᾽ οὐκ ἐθέλων αἴσχεα πολλὰ φέρειν,
χρημοσύνῃ εἴκων, ἣ δὴ κακὰ πάντα διδάσκει,
ψεύδεά τ᾽ ἐξαπάτας τ᾽ οὐλομένας τ᾽ ἔριδας
ἄνδρα καὶ οὐκ ἐθέλοντα, κακὸν δέ οἱ οὐδὲν ἔοικεν:
ἡ γὰρ καὶ χαλεπὴν τίκτει ἀμηχανίην.
ἐν πενίῃ δ᾽ ὅ τε δειλὸς ἀνὴρ ὅ τε πολλὸν ἀμείνων
φαίνεται, εὖτ᾽ ἂν δὴ χρημοσύνη κατέχῃ.
τοῦ μὲν γὰρ τὰ δίκαια φρονεῖ νόος οὗτέ περ αἰεὶ
τοῦ δ᾽ αὖτ᾽ οὔτε κακοῖς ἕπεται νόος οὔτ᾽ ἀγαθοῖσιν,
τὸν δ᾽ ἀγαθὸν τολμᾶν χρὴ τά τε καὶ τὰ φέρειν.
αἰδεῖσθαι δὲ φίλους φεύγειν τ᾽ ὀλεσήνορας ὅρκους
ἐντρέπευ, ἀθανάτων μῆνιν ἀλευόμενος.
μηδὲν ἄγαν σπεύδειν: καιρὸς δ᾽ ἐπὶ πᾶσιν ἄριστος
ἔργμασιν ἀνθρώπων: πολλάκι δ᾽ εἰς ἀρετὴν
σπεύδει ἀνὴρ κέρδος διζήμενος, ὅντινα δαίμων
πρόφρων εἰς μεγάλην ἀμπλακίην παράγει,
καί οἱ ἔθηκε δοκεῖν, ἅ μὲν ᾖ κακά, ταῦτ᾽ ἀγάθ᾽ εἶναι
εὐμαρέως, ἃ δ᾽ ἂν ᾖ χρήσιμα, ταῦτα κακά.
φίλτατος ὢν ἥμαρτες: ἐγὼ δέ σοι αἴτιος οὐδέν,
ἀλλ᾽ αὐτὸς γνώμης οὐκ ἀγαθῆς ἔτυχες.
οὐδένα θησαυρὸν παισὶν κατανήσει ἀμείνω
αἰδοῦς, ἥτ᾽ ἀγαθοῖς ἀνδράσι, Κύρν᾽, ἕπεται.
οὐδενὸς ἀνθρώπων κακίων δοκεῖ εἶναι ἑταῖρος
ᾧ γνώμη θ᾽ ἕπεται, Κύρνε, καὶ ᾧ δύναμις.
πίνων δ᾽ οὐχ οὕτως θωρήξομαι, οὐδέ με οἶνος
ἐξαρεῖ, ὥστ᾽ εἰπεῖν δεινὸν ἔπος περὶ σοῦ.
οὐδέν᾽ ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν
πιστὸν ἑταῖρον, ὅτῳ μήτις ἔνεστι δόλος:
ἐς βάσανον δ᾽ ἐλθὼν παρατριβόμενός τε μολίβδῳ
χρυσὸς ὑπερτερίης ἄμμιν ἔνεστι τύπος.
πολλά με καὶ συνιέντα παρέρχεται: ἀλλ᾽ ὑπ᾽ ἀνάγκης
σιγῶ γινῴσκων ἡμετέρην δύναμιν.
πολλοῖς ἀνθρώπων γλώσσῃ θύραι οὐκ ἐπίκεινται
ἁρμόδιαι, καί σφιν πόλλ᾽ ἀλάλητα μέλει:
πολλάκι γὰρ τὸ κακὸν κατακείμενον ἔνδον ἄμεινον,
ἔστε δ᾽ ἂν ἐξέλθῃ λώϊον ἦν τὸ καλόν.
πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον
μηδ᾽ ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου:
φύντα δ᾽ ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι
καὶ κεῖσθαι πολλὴν γῆν ἐπαμησάμενον.
†̣φῦσαι καὶ θρέψαι ῥᾷον βροτὸν ἢ φρένας ἐσθλὰς
ἐνθέμεν: οὐδείς πω τοῦτό γ᾽ ἐπεφράσατο,
ὅστις σώφρον᾽ ἔθηκε τὸν ἄφρονα κἀκ κακοῦ ἐσθλόν.
εἰ δ᾽ Ἀσκληπιάδαις τοῦτό γ᾽ ἔδωκε θεός,
ἰᾶσθαι κακότητα καὶ ἀτηρὰς φρένας ἀνδρῶν,
πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον:
εἰ δ᾽ ἦν ποιητόν τε καὶ ἔνθετον ἀνδρὶ νόημα,
οὔποτ᾽ ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,
πειθόμενος μύθοισι σαόφροσιν. ἀλλὰ διδάσκων
οὔποτε ποιήσεις τὸν κακὸν ἀνδρ᾽ ἀγαθόν.
νήπιος, ὃς τὸν ἐμὸν μὲν ἔχει νόον ἐν φυλακῇσιν,
τῶν δ᾽ αὐτοῦ ἰδίων ούδεν ἐπιστρέφεται.
οὐδεὶς γὰρ πάντ᾽ ἐστὶ πανόλβιος: ἀλλ᾽ ὁ μὲν ἐσθλὸς
τολμᾷ ἔχων τὸ κακὸν κοὐκ ἐπίδηλος ὅμως:
δειλὸς δ᾽ οὔτ᾽ ἀγαθοῖς τις ἐπίσταται οὔτε κακοἰσιν
θυμὸν ἔχων μίμνειν. ἀθανάτων δὲ δόσεις
παντοῖαι φνητοῖσιν ἐέρχοντ᾽: ἀλλ᾽ ἐτιτολμᾶν
χρὴ δῶρ᾽ ἀθανάτων οἷα διδοῦσιν ἔχειν.
εἴ μ᾽ ἐθέλεις πλύνειν, κεφαλῆς ἀμίαντον ἀπ᾽ ἄκρης
αἰεὶ λευκὸν ὕδωρ ῥεύσεται ἡμετέρης:
εὑρήσεις δὲ με πᾶσιν ἐπ᾽ ἔργμασιν ὥσπερ ἄπεφθον
χρυσόν, ἐρυθρὸν ἰδεῖν τριβόμενον βασάνῳ,
τοῦ χροιῆς καθύπερθε μέλας οὐχ ἅπτεται ἰὸς
οὐδ᾽ εὐρώς, αἰεὶ δ᾽ ἄνθος ἔχει καθαρόν.
†̣Ὤνθρωπ᾽, εἰ γνώμης ἔλαχες μέρος ὥσπερ ἀνοιης
καὶ σώφρων οὕτως ὥσπερ ἄφρων ἐγένου,
πολλοῖς ἂν ζηλωτὸς ἐφαίνεο τῶνδε πολιτῶν
οὕτως ὥσπερ νῦν οὐδενὸς ἄξιος εἶ.
οὔτοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι:
οὐ γὰρ πηδαλίῳ πείθεραι ὡς ἄκατος,
ὀυδ᾽ ἄγκυραι ἔχουσιν, ἀπορρήξασα δὲ δεσμὰ
πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.
Μήπορ᾽ ἐπ᾽ ἀπρήκτοισι νόον ἔχε, μηδὲ μενοίνα
χρήματα τῶν ἄνυσις γίνεται οὐδεμία.
εὐμαρέως τοι χρῆμα θεοὶ δόσαν οὔτε τι δειλὸν
οὔτ ἀγαθόν: χαλεπῷ δ᾽ ἔργματι κῦδος ἔπι.
ἀμφ᾽ ἀρετῇ τρίβου καί τοι τὰ δίκαια φίλ᾽ ἔστω,
μηδέ σε νικάτω κέρδος ὅτ᾽ αἰσχρὸν ἔῃ.
μηδένα τῶνδ᾽ ἀέκοντα μένειν κατέρυκε παρ᾽ ἡμῖν,
μηδὲ θύραζε κέλεὐ οὐκ ἐθέλοντ᾽ ἰέναι,
μηδ᾽ εὕδοντ᾽ ἐπέγειρε, Σιμωνίδη, ὅντιν᾽ ἂν ἡμῶν
θωρηχθέντ᾽ οἴνῳ μαλθακὸς ὕπνος ἕλῃ,
μηδὲ τὸν ἀγρυπνέοντα κέλεὐ ἀέκοντα καθεύδειν:
πᾶν γὰρ ἀναγκαῖον χρῆμ᾽ ἀνιηρὸν ἔφυ:
ιῷ πίνειν δ᾽ ἐθέλοντι παρασταδὸν οἰνοχοείτω.
οὐ πάσας νύκτας γίνεται ἁβρὰ παθεῖν.
αὐτὰρ ἐγώ, μέτρον γὰρ ἔχω μελιηδέος οἴνου,
ὕπνου λυσικάκου μνήσομαι οἴκαδ᾽ ἰών,
ἥξω δ᾽ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι:
οὔτε τι νήφων εἶμ᾽ οὔτε λίην μεθύων.
ὃς δ᾽ ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκέτι κεῖνος
τῆς αὐτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου,
μυθεῖται δ᾽ ἀπάλαμνα τὰ νήφοσι γίνεται αἰσχρά,
αἰδεῖται θ᾽ ἕρδων οὐδέν, ὅταν μεθύῃ,
τὸ πρὶν ἐὼν σώφρων, τότε νήπιος. ἀλλὰ σὺ ταῦτα
γινῴσκων μὴ πῖν᾽ οἶνον ὑπερβολάδην,
ἀλλ᾽ ἢ πρὶν μεθύειν ὑπανίστασο, μηδὲ βιάσθω
γαστήρ σ᾽ ὥστε κακὸν λάτριν ἐφημέριον,
ἢ παρεὼν μὴ πῖνε. σὺ δ᾽ Ἔγχεε τοῦτο μάταιον
κωτίλλεις αἰεί: τοὔνεκά τοι μεθύεις.
ἡ μὲν γὰρ φέρεται φιλοτήσιος, ἡ δὲ πρόκειται,
τὴν δὲ θεοῖς σπένδεις, τὴν δ᾽ ἐπὶ χειρὸς ἔχεις:
ἀρνεῖσθαι δ᾽ οὐκ οἶδας. ἀνίκητος δὲ τοι οὗτος,
ὃς πολλὰς πίνων μή τι μάταιον ἐρεῖ.
ὑμεῖς δ᾽ εὖ μυθεῖσθε παρὰ κρητῆρι μένοντες,
ἀλλήλων ἔριδος δὴν ἀπερυκόμενοι,
ἐς τὸ μέσον φωνεῦντες ὁμῶς ἑνὶ καὶ συνάπασι:
χοὔτως συμπόσιον γίνεται οὐκ ἄχαρι.
ἄφρονος ἀνδρὸς ὁμῶς καὶ σώφρονος οἶνος, ὅταν δὴ
πίνῃ ὑπὲρ μέτρον, κοῦφον ἔθηκε νόον.
̣εν πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρες
γινῴσκουσ᾽, ἀνδρὸς δ᾽ οἶνος ἔδειξε νόον,
καὶ μάλα περ πινυτοῦ, τὸν ὑπὲρ μέτρον ἤρατο πίνων,
ὥστε καταισχῦναι καὶ πρὶν ἐόντα σοφόν.
Οἰνοβαρέω κεφαλήν, Ὀνομάκριτε, καί με βιᾶται
οἶνος, ἀτὰρ γνώμης οὐκέτ᾽ ἐγὼ ταμίης
ἡμετέρης, τὸ δὲ δῶμα περιτρέχει. ἀλλ᾽ ἄγ᾽ ἀναστὰς
πειρηθῶ μή πως καὶ πόδας οἶνος ἔχει
καὶ νόον ἐν στήθεσσι. δέδοικα δὲ μή τι μάταιον
ἕρξω θωρηχθεὶς καὶ μέγ᾽ ὄνειδος ἔχω.
οἶνος πινόμενος πουλὺς κακόν: ἢν δὲ τις αὐτὸν
πίνῃ ἐπισταμένως, οὐ κακὸν ἀλλ᾽ ἀγαθόν.
†ἦλθες δή, Κλεάριστε, βαθὺν διὰ πόντον ἀνύσσας,
ἐνθάδ᾽ ἐπ᾽ οὐδὲν ἔχοντ᾽, ὦ τάλαν, οὐδὲν ἔχων.
νηός τοι πλευρῇσιν ὑπὸ ζυγὰ θήσομεν ἡμεῖς,
Κλεάρισθ᾽, οἰ̔̂ ἔχομεν χοἶα διδοῦσι θεοί:
οὔτε τι τῶν ὄντων ἀποθήσομαι, οὔτε τι μεῖζον
σῆς ἕνεκα ξενίης ἄλλοθεν οἰσόμεθα,
τῶν δ᾽ ὄντων τἄριστα παρέξομεν. ἢν δέ τις ἔλθῃ
σεῦ φίλος ὤν, κατάειφ᾽ ὡς φιλότητος ἔχεις:
ἤν δέ τις εἰρωτᾶ τὸν ἐμὸν βίον, ὦδέ οἱ εἰπεῖν:
ὡς εὖ μὲν χαλεπῶς, ὡς χαλεπῶς δὲ μάλ εὖ,
ὥσθ᾽ ἕνα μὲν ξεῖνον πατρωϊον οὐκ ἀπολείπειν,
ξείνια δὲ πλεόνεσσ᾽ οὐ δυνατὸς παρέχειν.
οὔ σε μάτην, ὦ Πλοῦτε, βροτοὶ τιμῶσι μάλιστα:
ἦ γὰρ ῥηϊδίως τὴν κακότητα φέρεις.
καὶ γάρ τοι πλοῦτον μὲν ἔχειν ἀγαθοῖσιν ἔοικεν,
ἡ πενίη δὲ κακῷ σύμφορος ἀνδρὶ φέρειν.
ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο,
τοῦ μὲν ἐπερχομένου, τῆς δ᾽ ἀπονισομένης.
οὐδένα πω προὔδωκα φίλον καὶ πιστὸν ἑταῖρον,
οὐδ᾽ ἐν ἐμῇ ψυχῇ δούλιον οὐδὲν ἔνι.
αἰεί μοι φίλον ἦτορ ἰαίνεται, ὁππότ᾽ ἀκούσω
αὐλῶν φθεγγομένων ἱμερόεσσαν ὄπα.
χαίρω δ᾽ ἐμπίνων καὶ ὑπ᾽ αὐλητῆρος ἀείδων,
χαίρω δ᾽ εὔφθογγον χερσὶ λύρην ὀχέων.
οὔποτε δουλείη κεφαλὴν ἰθεῖα πέφυκεν,
ἀλλ᾽ αἰεὶ σκολιή, καὐχένα λοξὸν ἔχει.
οὔτε γὰρ ἐκ σκίλλης π̔όδα φύεται οὐδ᾽ ὑάκινθος,
οὔτε ποτ᾽ ἐκ δούλης τέκνον ἐλευθέριον.
οὗτος ἀνήρ, φίλε Κύρνε, πέδας χαλκεύεται αὐτῷ,
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.
δειμαίνω μὴ τήνδε μόλιν, Πολυπαΐδη, ὕβρις,
ἥπερ Κενταύρους ὠμοφάγους, ὀλέσῃ.
χρή με παρὰ στάθμην καὶ γνώμονα τήνδε δικάσσαι,
Κύρνε, δίκην, ἶσόν τ᾽ ἀμφοτέροισι δόμεν,
... Α´ντεσί τ᾽ οἰωνοῖς τε καὶ αἰθομένοις ἱεροῖσιν,
ὄφρα μὴ ἀμπλακίης αἰσχρὸν ὄνειδος ἔχω.
μηδένα πῃ κακότητι βιάζεο: τῷ δὲ δικαίῳ
τῆς εὐεργεσίης οὐδὲν ἀρειότερον.
Ἄγγελος ἄφθογγος πόλεμον πολύδακρυν ἐγείρει,
Κύρν᾽, ἀπὸ τηλαυγέος φαινόμενος σκοπιῆς.
ἀλλ᾽ ἵπποις ἔμβαλλε ταχυπτέρνοισι χαλινούς:
δῄων γάρ σφ᾽ ἀνδρῶν ἀντιάσειν δοκέω.
οὐ πολλὴν τὸ μεσηγὺ διαπρήξουσι κέλευθον,
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.
χρὴ τολμᾶν χαλεποῖσιν ἐν ἄλγεσι κείμενον ἄνδρα,
πρός τε θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.
φράζεο: κίνδυνός τοι ἐπὶ ξυροῦ ἵσταται ἀκμῇς:
ἄλλοτε πόλλ᾽ ἕξεις, ἄλλοτε παυρότερα,
ὥστε σε μήτε λίην ἀφνεὸν κτεάτεσσι γενέσθαι
χρὴ μήτ᾽ ἐς πολλὴν χρημοσύνην ἐλάσαι.
εἴη μοι τὰ μὲν αὐτὸν ἔχειν, τὰ δὲ πόλλ᾽ ἐπιδοῦναι
χρήματα τῶν ἐχθρῶν τοῖσι φίλοισιν ἔχειν.
κεκλῆσθαί τ᾽ ἐς δαῖτα παρέζεσθαί τε παρ᾽ ἐσθλὸν
ἄνδρα χρεὼν σοφίην πᾶσαν ἐπιστάμενον:
τοῦ συνιεῖν θ᾽ ὁπόταν τι λέγῃ σοφόν, ὄφρα διδαχθῇς
καὶ τοῦτ᾽ εἰς οἶκον κέρδος ἔχων ἀπίῃς.
ἥβῃ τερπόμενος παίζω: δηρὸν γὰρ ἔνερθεν
γῆς ὀλέσας ψυχὴν κείσομαι ὥστε λίθος
ἄφθογγος, λείψω δ᾽ ἐρατὸν φάος ἠελίοιο,
ἔμπης δ᾽ ἐσθλὸς ἐὼν ὄψομαι οὐδὲν ἔτι.
δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ᾽ ἄριστον:
πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ᾽ ἀγαθῶν.
εὖ ἕρδων εὖ πάσχε: τί κ᾽ ἄγγελον ἄλλον ἴαλλοις;
οἵ με φίλοι προδιδοῦσιν, ἐπεὶ τόν γ᾽ ἐχθρὸν ἀλεῦμαι
ὥστε κυβερνήτης χοιράδας εἰναλίας.
Ῥήϊον ἐξ ἀγαθοῦ θεῖναι κακὸν ἠ κ᾽ κακοῦ ἐσθλόν.
μή με δίδασκ᾽: οὔτοι τηλίκος εἰμὶ μαθεῖν.
α: ἐχθαίρω κακὸν ἄνδρα, καλυψαμένη δὲ πάρειμι
σμικρῆς ὄρνιθος κοῦφον ἔχουσα νόον.
β: ἐχθαίρω δὲ γυναῖκα περίδρομον, ἄνδρα τε μάργον
῝ς τὴν ἀλλοτρίην βούλετ᾽ ἄρουραν ἀροῦν.
α: καὶ Β: ἀλλὰ τὰ μὲν προβέβηκεν, ἀμήχανόν ἐστι γενέσθαι
ἀργά: τὰ δ᾽ ἐξοπίσω, τῶν φυλακὴ μελέτω.
πᾶσίν τοι κίνδυνος ἐπ᾽ ἔργμασιν, οὐδέ τις οἶδεν
πῇ σχήσειν μέλλει πρήγματος ἀρχομένου.
ἀλλ᾽ ὁ μὲν εὐδοκιμεῖν πειρώμενος οὐ προνοήσας
εἰς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν,
τῷ δὲ καλῶς ποιεῦντι θεὸς περὶ πάντα τίθησιν
συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης.
τολμᾶν χρὴ τὰ διδοῦσι θεοὶ θνητοῖσι βροτοῖσιν,
ῥηϊδίως δὲ φέρειν ἀμφοτέρων τὸ λάχος.
μήτε κακοῖσιν ἀσῶ τι λίην φρένα μήτ᾽ ἀγαθοῖσιν
τερφθῇς ἐξαπίνης πρὶν τέλος ἄκρον ἰδεῖν.
ἄνθρωπ᾽, ἀλλήλοισιν ἀπόπροθεν ὦμεν ἑταῖροι:
πλὴν πλούτου παντὸς χρήματός ἐστι κόρος.
δὴν δὴ καὶ φίλοι εἶμεν: ἀτάρ τ᾽ ἄλλοισιν ὁμίλει
ἀνδράσιν, οἳ τὸν σὸν μᾶλλον ἴσασι νόον.
οὔ μ᾽ ἔλαθες φοιτῶν κατ᾽ ἀμαξιτὸν ἣν ἄρα καὶ πρὶν
ἠλάστρεις κλέπτων ἡμετέρην φιλίην.
ἔρρε, θεοῖσίν τ᾽ ἐχθρὲ καὶ ἀνθρώποισιν ἄπιστε,
ψυχρὸν ὃν ἐν κόλπῳ ποικίλον εἶχον ὄφιν.
τοιάδε καὶ Μάγνητας ἀπώλεσεν ἔργα καὶ ὕβρις
οἷα τὰ νῦν ἱερὴν τήνδε πόλιν κατέχει.
πολλῷ τοι πλέονας λιμοῦ κόρος ὤλεσεν ἤδη
ἄνδρας ὅσοι μοίρης πλεῖον ἔχειν ἔθελον.
ἀρχῇ ἔρι ψεύδους μικρὰ χάρις: εἰς δὲ τελευτὴν
αἰσχρὸν δὴ κέρδος καὶ κακὸν ἀμφότερα
γίνεται. οὐδέ τι καλόν, ὅτῳ ψεῦδος προσαμαρτῇ
ἀνδρὶ καὶ ἐξέλθῃ πρῶτον ἀπὸ στόματος.
οὐ χαλεπὸν ψέξαι τὸν πλησίον, οὐδὲ μὲν αὐτὸν
αἰνῆσαι: δειλοῖς ἀνδράσι ταῦτα μέλει:
σιγᾶν δ᾽ οὐκ ἐθέλουσι κακοὶ κακὰ λεσχάζοντες:
οἱ δ᾽ ἀγαθοὶ πάντων μέτρον ἴσασιν ἔχειν.
οὐδένα παμπήδην ἀγαθὸν καὶ μέτριον ἄνδρα
τῶν νῦν ἀνθρώπων ἠέλιος καθορᾷ.
οὔτι μάλ᾽ ἀνθρώποις καταθύμια πάντα τελεῖται:
πολλὸν γὰρ θνητῶν κρέσσονες ἀθάνατοι.
πόλλ᾽ ἐν ἀμηχανίῃσι κυλίνδομαι ἀχνύμενος κῆρ:
ἄκρην γὰρ πενίην οὐχ ὑπερεδράμομεν.
πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν:
πᾶσιν δ᾽ ἀνθρώποις αὐτὸς ἔνεστι νόος.
παντοῖαι κακότητες ἐν ἀνθρώποισιν ἔασιν
παντοῖαι δ᾽ ἀρεταὶ καὶ βιότου παλάμαι.
ἀργαλέον φρονέοντα παρ᾽ ἄφροσι πόλλ᾽ ἀγορεύειν,
καὶ σιγᾶν αἰεί: τοῦτο γὰρ οὐ δυνατόν.
αἰσχρόν τοι μεθύοντα παρ᾽ ἀνδράσι νήφοσιν εἶναι
αἰσχρὸν δ᾽ εἰ νήφων πὰρ μεθύουσι μένει.
ἥβη καὶ νεότης ἐπικουφίζει νόον ἀνδρός,
πολλῶν δ᾽ ἐξαίρει θυμὸν ἐς ἀμπλακίην.
Ὧιτινι μὴ θυμοῦ κρέσσων νόος, αἰὲν ἐν ἄταις,
Κύρνε, καὶ ἐν μεγάλαις κεῖται ἀμηχανίαις.
βουλεύου δὶς καὶ τρὶς ὅ τοί κ᾽ ἐπὶ τὸν νόον ἔλθῃ:
ἀτηρὸς γάρ τοι λάβρος ἀνὴρ τελέθει.
ἀνδράσι τοῖς ἀγαθοῖς ἕπεται γνώμη τε καὶ αἰδώς:
οἳ νῦν ἐν πολλοῖς ἀτρεκέως ὀλίγοι.
ἐλπὶς καὶ κίνδυνος ἐν ἀνθρώποισιν ὁμοῖα
οὗτοι γὰρ χαλεποὶ δαίμονες ἀμφότεροι.
πολλάκι πὰρ δόξαν τε καὶ ἐλπίδα γίνεται εὖ ῥεῖν
ἔργ᾽ ἀνδρῶν, βουλαῖς δ᾽ οὐκ ἐπέγεντο τέλος.
οὔτοι κ᾽ εἰδείης οὔτ᾽ εὔνοον οὔτε μὲν ἐχθρόν,
εἰ μὴ σπουδαίου πρήγματος ἀντιτύχοις.
πολλοὶ πὰρ κρητῆρι φίλοι γίνονται ἑταῖροι,
ἐν δὲ σπουδαίῳ πρήγματι παυρότεροι.
παύρους κηδεμόνας πιστοὺς εὕροις κεν ἑταίρους
κείμενος ἐν μεγάλῃ θυμὸν ἀμηχανίῃ.
ἤδη νῦν αἰδὼς μὲν ἐν ἀνθρώποισιν ὄλωλεν,
αὐτὰρ ἀναιδείη γαῖαν ἐπιστρέφεται.
ἆ δειλὴ Πενίη, τί ἐμοῖς ἐπικειμένη ὤμοις
σῶμα καταισχύνεις καὶ νόον ἡμέτερον,
αἰσχρὰ δέ μ᾽ οὐκ ἐθέλοντα βίῃ καὶ δειλὰ διδάσκεις
ἐσθλὰ μετ᾽ ἀνθρώπων καὶ κάλ᾽ ἐπιστάμενον;
εὐδαίμων εἴην καὶ θ εο ῖς φίλος ἀθανάτοισιν,
Κύρν᾽: ἀρετῆς δ᾽ ἄλλης οὐδεμιῆς ἔραμαι.
σύν τοι, Κύρνε, παθόντι κακῶς ἀνιώμεθα πάντες:
ἀλλά τοι ἀλλότριον κῆδος ἐφημέριον.
μηδὲν ἄγαν χαλεποῖσιν ἀσῶ φρένα μηδ᾽ ἀγαθοῖσιν
χαῖρ᾽, ἐπεὶ ἔστ᾽ ἀνδρὸς πάντα φέρειν ἀγαθοῦ.
†̣οὐδ᾽ ὀμόσαι χρὴ τοῦθ᾽, ὅτι μήποτε πρῆγμα τόδ᾽ ἔσται:
θεοὶ γάρ τοι νεμεσῶσ᾽, οἷσιν ἔπεστι τέλος:
καὶ πρῆξαι μέντοι τι. καὶ ἐκ κακοῦ ἐσθλὸν ἔγεντο,
καὶ κακὸν ἐξ ἀγαθοῦ: καί τε πενιχρὸς ἀνὴρ
αἶψα μάλ᾽ ἐπλούτησε: καὶ ὃς μάλα πολλὰ πέπαται,
ἐξαπίνης πάντ᾽ οὖν ὤλεσε νυκτὶ μιῇ:
καὶ σώφρων ἥμαρτε καὶ ἄφρονι πολλάκι δόξα
ἕσπετο, καὶ τιμῆς καὶ κακὸς ὢν ἔλαχεν.
εἰ μὲν χρήματ᾽ ἔχοιμι, Σιμωνίδη, οἷάπερ ἤθη
οὐκ ἂν ἀνιώμην τοῖς ἀγαθοῖσι συνών:
νῦν δέ με γινῴσκοντα παρέρχεται, εἰμὶ δ᾽ ἄφωνος
χρημοσύνῃ, πολλῶν γνοὺς ἂν ἄμεινον ἐτέων,
οὕνεκα νῦν φερόμεσθα καθ᾽ ἱστία λευκὰ βαλόντες
μηλίου ἐκ πόντου νύκτα διὰ δνοφέρην:
ἀντλεῖν δ᾽ οὐκ ἐθέλουσιν: ὑπερβάλλει δὲ θάλασσα
ἀμφοτέρων τοίχων: ἦ μάλα τις χαλεπῶς
σῴζεται οἷ ἕρδουσι: κυβερνήτην μὲν ἔπαυσαν
ἐσθλόν, ὅτις φυλακὴν εἶχεν ἐπισταμένως,
χρήματα δ᾽ ἁρπάζουσι βίῃ: κόσμος δ᾽ ἀπόλωλεν,
δασμὸς δ᾽ οὐκέτ᾽ ἴσος γίνεται ἐς τὸ μέσον:
φορτηγοὶ δ᾽ ἄρχουσι, κακοὶ δ᾽ ἀγαθῶν καθύπερθεν:
δειμαίνω μή πως ναῦν κατὰ κῦμα πίῃ.
ταῦτά μοι ᾐνίχθω κεχρησμένα τοῖς ἀγαθοῖσιν:
γινώσκοι δ᾽ ἄν τις καὶ κακός, ἂν σοφὸς ᾖ.
πολλοὶ πλοῦτον ἔχουσιν ἀΐδριες: οἱ δὲ τὰ καλὰ
ζητοῦσιν χαλεπῇ τειρόμενοι πενίῃ:
ἕρδειν δ᾽ ἀμφοτέροισιν ἀμηχανίη παράκειται:
εἴργει γὰρ τοὺς μὲν χρήματα, τοὺς δὲ νόος.
οὐκ ἔστι θνητοῖσι πρὸς ἀθανάτους μαχέσασθαι,
οὐδὲ δίκην εἰπεῖν: οὐδενὶ τοῦτο θέμις.
οὐ χρὴ πημαίνειν ὅτε μὴ πημαντέον εἴη,
οὐδ᾽ ἕρδειν ὅτι μὴ λώϊον ᾖ τελέσαι.
χαίρων ἐκτελέσειας ὁδὸν μεγάλου διὰ πόντου,
καί σε Ποσειδάων χάρμα φίλοις ἀγάγοι.
πολλούς τοι κόρος ἄνδρας ἀπώλεσεν ἀφραίνοντας:
γνῶναι γὰρ χαλεπὸν μέτρον, ὅτ᾽ ἐσθλὰ παρῇ:
οὐ δύναμαί σοι, θυμέ, παρασχεῖν ἄρμενα πάντα:
τέτλαθι: τῶν δὲ καλῶν οὔτι σὺ μοῦνος ἐρᾷς.
εὖ μὲν ἔχοντος ἐμοῦ πολλοὶ φίλοι: ἢν δέ τι δεινὸν
συγκύρσῃ, παῦροι πιστὸν ἔχουσι νόον.
†πλήθει δ᾽ ἀνθρώπων ἀρετὴ μία γίνεται ἥδε,
πλουτεῖν: τῶν δ᾽ ἄλλων οὐδἒν ἄρ᾽ ἦν ὄφελος,
οὐδ᾽ εἰ σωφροσύνην μὲν ἔχοις Ῥαδαμάνθυος αὐτοῦ,
πλείονα δ᾽ εἰδείης Σισύφου Αἰολίδεω ,
ὅστε καὶ ἐξ Ἀΐδεω πολυϊδρείῃσιν ἀνῆλθεν,
πείσας Περσεφόνην αἱμύλιοισι λόγοις,
ἥτε βροτοῖς παρέχει λήθην βλάπτουσα νόοιο,
ἄλλος δ᾽ οὔπω τις τοῦτό γ᾽ ἐπεφράσατο,
ὅντινα δὴ θανάτοιο μέλαν νέφος ἀμφικαλύψῃ,
ἔλθῃ δ᾽ ἐς σκιερὸν χῶρον ἀποφθιμένων,
κυανέας τε πύλας παραμείψεται, αἵτε θανόντων
ψυχὰς εἴργουσιν καίπερ ἀναινομένας:
ἀλλ᾽ ἄρα καὶ κεῖθεν πάλιν ἤλυθε Σίσυφος ἥρως
ἐς φάος ἠελίου σφῇσι πολυφροσύναις:
οὐδ᾽ εἰ ψεύδεα μὲν ποιοῖς ἐτύμοισιν ὁμοῖα,
γλῶσσαν ἔχων ἀγαθὴν Νέστορος ἀντιθέου,
ὠκύτερος δ᾽ εἴησθα πόδας ταχέων Ἁρπυιῶν
καὶ παίδων Βορέω, τῶν ἄφαρ εἰσὶ πόδες.
ἀλλὰ χρὴ πάντας γνώμην ταύτην καταθέσθαι,
ὡς πλοῦτος πλείστην πᾶσιν ἔχει δύναμιν.
ἶσόν τοι πλουτοῦσιν, ὅτῳ πολὺς ἄργυρός ἐστιν
καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία
ἵπποι θ᾽ ἡμίονοί τε, καὶ ᾧ τὰ δέοντα πάρεστι
γαστρί τε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν,
ταῦτ᾽ ἄφενος θνητοῖσι: τὰ γὰρ περιώσια πάντα
χρήματ᾽ ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀΐδεω ,
οὐδ᾽ ἂν ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρείας
νούσους οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.
φροντίδες ἀνθρώπων ἔλαχον πτέρα ποικίλ᾽ ἔχουσαι,
μυρόμεναι ψυχῆς εἵνεκα καὶ βιότου.
†Ζεῦ πάτερ, εἴθε γένοιτοθεοῖς θίλα τοῖς μὲν ἀλιτροῖς
ὕβριν ἁδεῖν, εἴ σφιν τοῦτο γένοιτο φίλον
θυμῷ, σχέτλια δ᾽ ἔργα μετὰ φρεσὶ θ᾽ ὅστις ἀθηρὴς
ἐργάζοιτο θεῶν μηδὲν ὀπιζόμενος,
αὐτὸν ἔπειτα πάλιν τεῖσαι κακά, μηδ᾽ ἔτ᾽ ὀπίσσω
πατρὸς ἀτασθαλίαι παισὶ γένοιντο κακόν:
παῖδές θ᾽ οἵτ᾽ ἀδίκου πατρὸς τὰ δίκαια νοεῦντες
ποιῶσιν, Κρονίδη, σὸν χόλον ἁζόμενοι,
ἐξ ἀρχῆς τὰ δίκαια μετ᾽ ἀστοῖσιν φιλέοντες,
μήτιν᾽ ὑπερβασίην ἀντιτίνειν πατέρων.
ταῦτ᾽ εἴη μακάρεσσι θεοῖς φίλα: νῦν δ᾽ ὁ μὲν ἕρδων
ἐκφεύγει, τὸ κακὸν δ᾽ ἄλλος ἔπειτα φέρει.
καὶ τοῦτ᾽, ἀθανάτων βασιλεῦ, πῶς ἐστι δίκαιον,
ἔργων ὅστις ἀνὴρ ἐκτὸς ἐὼν ἀδίκων
μήτιν᾽ ὑπερβασίην παρέχων μηδ᾽ ὅρκον ἀλιτρόν,
ἀλλὰ δίκαιος ἐών, μὴ τὰ δίκαια πάθῃ;
τίς δή κεν βροτὸς ἄλλος, ὁρῶν πρὸς τοῦτον, ἔπειτα
ἅζοιτ᾽ ἀθανάτους, καί τινα θυμὸν ἔχων,
ὁππότ᾽ ἀνὴρ ἄδικος καὶ ἀτάσθαλος, οὔτε τευ ἀνδρὸς
οὔτε τευ ἀθανάτων μῆνιν ἀλευόμενος,
ὑβρίζῃ πλούτῳ κεκορημένος, οἱ δὲ δίκαιοι
τρυχῶνται χαλεπῇ τειρόμενοι πενίῃ;
ταῦτα μαθών, φίλ᾽ ἑταῖρε, δικαίως χρήματα ποιοῦ,
σώφρονα θυμὸν ἔχων ἐκτὸς ἀτασθαλίης,
αἰεὶ τῶνδ᾽ ἐπέων μεμνημένος: εἰς δὲ τελευτὴν
αἰνήσεις μύθῳ σώφρονι πειθόμενος.
Ζεὺς μὲν τῆσδε πόληος ὑπειρέχοι αἰθέρι ναίων
αἰεὶ δεξιτέρην χεῖρ᾽ ἐπ᾽ ἀπημοσύνῃ,
ἄλλοι τ᾽ ἀθάνατοι μάκαρες θεοί: αὐτὰρ Ἀπόλλων
ὀρθώσαι γλῶσσαν καὶ νόον ἡμέτερον:
φόρμιγξ δ᾽ αὖ φθέγγοιθ᾽ ἱερὸν μέλος ἠδὲ καὶ αὐλός:
ἡμεῖς δὲ σπονδαῖς θ εο ὺς ἀπαρεσσάμενοι
πίνωμεν, χαρίεντα μετ᾽ ἀλλήλοισι λέγοντες,
μηδὲν τὸν Μήδων δειδιότες πόλεμον.
ὧδ᾽ εἴη κεν ἄμεινον ὁμόφρονα θυμὸν ἔχοντας
νόσφι μεριμνάων εὐφροσύνως διάγειν
τερπομένους, τηλοῦ δὲ κακὰς ἀπὸ κῆρας ἀμῦναι,
γῆράς τ᾽ οὐλόμενον καὶ θανάτοιο τέλος.
χρὴ Μουσῶν θεράποντα καὶ ἄγγελον, εἴ τι περισσὸν
εἰδείη, σοφίης μὴ φθονερὸν τελέθειν,
ἀλλὰ τὰ μὲν μῶσθαι, τὰ δὲ δεικνύναι, ἄλλα δὲ ποιεῖν:
τί σφιν χρήσηται μοῦνος ἐπιστάμενος;
†Φοῖβε ἄναξ, αὐτὸς μὲν ἐπύργωσας πόλιν ἄκρην,
Ἀλκαθόῳ Πέλοπος παιδὶ χαριζόμενος:
αὐτὸς δὲ στρατὸν ὑβριστὴν Μήδων ἀπέρυκε
τῆσδε πόλευς, ἵνα σοι λαοὶ ἔν εὐφροσύνῃ
ἦρος ἐπερχομένου κλειτὰς πέμπωσ᾽ ἑκατόμβας,
τερπόμενοι κιθάρῃ καὶ θαλίῃ ἐρατῇ
παιάνων τε χοροῖς ἰαχῇσί τε σὸν περὶ βωμόν.
ἦ γὰρ ἔγωγε δέδοικ᾽ ἀφραδίην ἐσορῶν
καὶ στάσιν Ἑλλήνων λαοφθόρον. ἀλλὰ σύ, Φοῖβε,
ἵλαος ἡμετέρην τήνδε φύλασσε πόλιν.
†ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν,
ἦλθον δ᾽ Εὐβοίης ἀμπελόεν πεδίον,
σπάρτην τ᾽ Εὐρώτα δονακοτρόφου ἀγλαὸν ἄστυ,
καί μ᾽ ἐφίλευν προφρόνως πάντες ἐπερχόμενον.
ἀλλ᾽ οὔτις μοι τέρψις ἐπὶ φρένας ἦλθεν ἐκείνων:
οὕτως οὐδὲν ἄρ᾽ ἦν φίλτερον ἄλλο πάτρης.
μήποτέ μοι μελέδημα νεώτερον ἄλλο φανείη
ἀντ᾽ ἐρατῆς σοφίης, ἀλλὰ τόδ᾽ αἰὲν ἔχων
τερποίμην φόρμιγγι καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ,
καὶ μετὰ τῶν ἀγαθῶν ἐσθλὸν ἔχοιμι νόον.
μήτε τινὰ ξείνων δηλεύμενος ἔργμασι λυγροῖς
μήτε τιν᾽ ἐνδήμων, ἀλλὰ δίκαιος ἐών,
τὴν σαυτοῦ φρένα τέρπε: δυσηλεγέων δὲ πολιτῶν
ἄλλος τοί σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.
τοὺς ἀγαθοὺς ἄλλος μάλα μέμφεται, ἄλλος ἐπαινεῖ:
τῶν δὲ κακῶν μνήμη γίνεται οὐδεμία.
ἀνθρώπων δ᾽ ἄψεκτος ἐπὶ χθονὶ γίνεται οὐδείς:
ἀλλ᾽ ὣς λώϊον, εἰ μὴ πλεόνεσσι μέλοι.
οὐδεὶς ἀνθρώπων οὔτ᾽ ἔσσεται οὔτε πέφυκεν,
ὅστις πᾶσιν ἁδὼν δύσεται εἰς Ἀΐδεω :
οὐδὲ γὰρ ὃς θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,
Ζεὺς Κρονίδης, θνητοῖς πᾶσιν ἁδεῖν δύναται.
τόρνου καὶ στάθμης καὶ γνώμονος ἄνδρα θεωρὸν
εὐθύτερον χρὴ ἔμεν, Κύρνε, φυλασσόμενον,
ᾧτινί κεν Πυθῶνι θεοῦ χρήσασ᾽ ἱέρεια
ὀμφὴν σημήνῃ πίονος ἐξ ἀδύτου:
οὔτε τι γὰρ προσθεὶς οὐδέν κ᾽ ἔτι φάρμακον εὕροις,
οὔτ᾽ ἀφελὼν πρὸς θεῶ ν ἀμπλακίην προφύγοις.
χρῆμ᾽ ἔπαθον θανάτου μὲν ἀεικέος οὔτι κάκιον,
τῶν δ᾽ ἄλλων πάντων, Κύρν᾽, ἀνιηρότατον:
οἵ με φίλοι προὔδωκαν. ἐγὼ δ᾽ ἐχθροῖσι πελασθεὶς
ἐδήσω καὶ τοὺς ὅντιν᾽ ἔχουσι νόον.
βοῦς μοι ἐπὶ γλώσσῃ κρατερῷ ποδὶ λὰξ ἐπιβαίνων
ἴσχει κωτίλλειν καίπερ ἐπιστάμενον.
Κύρν᾽, ἔμπης δ᾽ ὅτι μοῖρα παθεῖν οὐκ ἔσθ᾽ ὑπαλύξαι:
ὅττι δὲ μοῖρα παθεῖν οὔτι δέδοικα παθεῖν.
ἐς πολυάρητον κακὸν ἥκομεν, ἔνθα μάλιστα,
Κύρνε, συναμφοτέρους μοῖρα λάβοι θανάτου.
οἵ κ᾽ ἀπογηράσκοντας ἀτιμάζωσι τοκῆας,
τούτων τοι χώρη, Κύρν᾽, ὀλίγη τελέθει.
μήτε τιν᾽ αὖξε τύραννον ἐπ᾽ ἐλπίδι κέρδεσιν εἴκων,
μήτε κτεῖνε θεῶν ὅρκια συνθέμενος.
πῶς ὑμῖν τέτληκεν ὑπ᾽ αὐλητῆρος ἀείδειν
θυμός, γῆς δ᾽ οὖρος φαίνεται ἐξ ἀγορῆς
ἥτε τρέφει καρποῖσιν ἐν εἰλαπίναις ῥοφέοντας
ἀνθεῦντάς τε κόμας πορφυρέοις στεφάνοις ;
ἀλλ᾽ ἄγε δή, σκύθα, κεῖρε κόμην, ἀπόπαυε δὲ κῶμον,
πένθει δ᾽ εὐώδη χῶρον ἀπολλύμενον.
πίστει χρήματ᾽ ὄλεσσα, ἀπιστίῃ δ᾽ ἐσάωσα:
γνώμη δ᾽ ἀργαλέη γίνεται ἀμφοτέρων.
πάντα τάδ᾽ ἐν κοράκεσσι καὶ ἐν φθόρῳ, οὐδέ τις ἡμῖν
αἴτιος ἀθανάτων, Κύρνε, θεῶν μακάρων.
ἀλλ᾽ ἀνδρῶν τε βίη καὶ κέρδεα δειλὰ καὶ ὕβρις
πολλῶν ἐξ ἀγαθῶν ἐς κακότητ᾽ ἔβαλεν.
δισσαί τοι πόσιος κῆρες δειλοῖσι βροτοῖσιν,
δίψα τε λυσιμελὴς καὶ μέθυσις χαλεπή:
τούτων δ᾽ ἂν τὸ μέσον στρωφήσομαι, οὐδέ με πείσεις
οὔτε τι μὴ πίνειν οὔτε λίην μεθύειν.
οἶνος ἐμοὶ τὰ μὲν ἄλλα χαρίζεται, ἓν δ᾽ ἀχάριστος,
εὖτ᾽ ἂν θωρήξας μ᾽ ἄνδρα πρὸς ἐχθρὸν ἄγῃ:
ἀλλ᾽ ὅτε τἀγκαθύπερθεν ἐόνθ᾽ ὑπένερθε γένηται,
τουτάκις οἴκαδ᾽ ἴμεν παυσάμενοι πόσιος.
εὖ μὲν κείμενον ἄστυ κακῶς θέμεν εὐμαρές ἐστιν,
εὖ δὲ θέμεν τὸ κακῶς κείμενον ἀργαλέον.
λὰξ ἐπίβα δήηῳ κενεόφρονι, τύπτε δὲ κέντρῳ
ὀξέϊ, καὶ ζεύγλην δύσλοφον ἀμφιτίθει:
οὐ γὰρ ἔθ᾽ εὑρήσεις δῆμον φιλοδέσποτον ὧδε
ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾷ.
Ζεὺς ἄνδρ᾽ ἐξολέσειεν Ὀλύμπιος, ὃς τὸν ἑταῖρον
μαλθακὰ κωτίλλων ἐξαπατᾶν ἐθέλει.
Ἤιδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώϊα δὴ νῦν,
οὕνεκα τοῖς δειλοῖς οὐδεμί᾽ ἐστὶ χάρις.
†πολλάκι δὴ πόλις ἥδε δί᾽ ἡγεμόνων κακότητα
ὥσπερ κεκλιμένη ναῦς παρὰ γῆν ἔδραμεν.
τῶν δὲ φίλων εἰ μέν τις ὁρᾷ μέ τι δειλὸν ἔχοντα,
αὐχέν᾽ ἀποστρέψας οὐδ᾽ ἐσορᾶν ἐθέλει:
ἢν δέ τί μοί ποθεν ἐσθλόν, ἃ παυράκι γίνεται ἀνδρί,
πολλοὺς ἀσπασμοὺς καὶ φιλότητας ἔχω.
οἵ με φίλοι προδιδοῦσι καὶ οὐκ ἐθέλουσί τι δοῦναι
ἀνδρῶν φαινομένων: ἀλλ᾽ ἐγὼ αὐτομάτη
ἑσπεριή τ᾽ ἔξειμι καὶ ὀρθρίη αὖτις ἔσειμι,
ἦμος ἀλεκτρυόνων φθόγγος ἐγειρομένων.
πολλοῖς ἀχρήστοισι θεὸς διδοῖ ἀνδράσιν ὄλβον,
ὅστις μήτ᾽ αὐτῷ βέλτερος οὐδὲν ἐὼν
μήτε φίλοις. ἀρετῆς δὲ μέγα κλέος οὔποτ᾽ ὀλεῖται:
αἰχμητὴς γὰρ ἀνὴρ γῆν τε καὶ ἄστυ σαοῖ.
ἔν μοι ἔπειτα πέσοι μέγας οὐρανὸς εὐρὺς ὕπερθεν
χάλκεος, ἀνθρώπων δεῖμα χαμαιγενέων,
εἰ μὴ ἐγὼ τοῖσιν μὲν ἐπαρκέσω οἵ με φιλεῦσι,
τοῖς δ᾽ ἐχθροῖς ἀνίη καὶ μέγα πῆμ᾽ ἔσομαι.
Οἶνε, τὰ μέν σ᾽ αἰνῶ, τὰ δὲ μέμφομαι: οὐδέ σε πάμπαν
οὔτε ποτ᾽ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι.
ἐσθλὸν καὶ κακόν ἐσσι: τίς ἄν σέ γε μωμήσαιτο,
τίς δ᾽ ἂν ἐπαινήσαι, μέτρον ἔχων σοφίης;
Ἥβα μοι, φίλε θυμέ: τάχ᾽ αὖ τινες ἄλλοι ἔσονται
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν᾽ ἔσομαι.
†πῖν᾽ οἶνον, τὸν ἐμοὶ κορυφῇς ὕπο Τηϋγέτοιο
ἄμπελοι ἤνεγκαν, τὰς ἐφύτευσ᾽ ὁ γέρων
οὔρεος ἐν βήσσῃσι θεοῖσι φίλος Θεότιμος
ἐκ Πλατανιστοῦντος ψυχρὸν ὕδωρ ἐπάγων:
τοῦ πίνων ἀπὸ μὲν χαλεπὰς σκεδάσεις μελεδώνας,
θωρηχθεὶς δ᾽ ἔσεαι πολλὸν ἐλαφρότερος.
εἰρήνη καὶ Πλοῦτος ἔχοι πόλιν, ὄφρα μετ᾽ ἄλλων
κωμάζοιμι: κακοῦ δ᾽ οὐκ ἔραμαι πολέμου.
μηδὲ λίην κήρυκος ἀν᾽ οὖς ἔχε μακρὰ βοῶντος:
οὐ γὰρ πατρῴας γῆς πέρι μαρνάμεθα.
ἀλλ᾽ αἰσχρὸν παρεόντα καὶ ὠκυπόδων ἐπιβάντα
ἵππων μὴ πόλεμον δακρυόεντ᾽ ἐσιδεῖν.
οἴ μοι ἀναλκείης: ἀπὸ μὲν Κήρινθος ὄλωλεν,
Ληλάντου δ᾽ ἀγαθὸν κείρεται οἰνόπεδον:
οἱ δ᾽ ἀγαθοὶ φεύγουσι, πόλιν δὲ κακοὶ διέπουσιν.
ὡς δὴ Κυψελιδέων Ζεὺς ὀλέσειε γένος.
γνώμης δ᾽ οὐδὲν ἄμεινον ἀνὴρ ἔχει αὐτὸς ἐν αὐτῷ
οὐδ᾽ ἀγνωμοσύνης, Κύρν᾽, ὀδυνηρότερον.
Ζεὺς εἰ πάντ᾽ ἄνδρεσσι καταθνητοῖς χαλέπαινεν,
γινῴσκων καὶ νοῦν οἷον ἕκαστος ἔχει
αὐτὸς ἐνὶ στήθεσσι καὶ ἔργματα τῶν τε δικαίων
τῶν τ᾽ ἀδίκων, μέγα κεν πῆμα βροτοῖσιν ἐπῆν.
ἔστιν ὁ μὲν χείρων ὁ δ᾽ ἀμείνων ἔργον ἕκαστον:
οὐδεὶς δ᾽ ἀνθρώπων αὐτὸς ἅπαντα σοφός.
†ὅστις ἀνάλωσιν τηρεῖ κατὰ χρήματα θηκῶν,
κυδίστην ἀρετὴν τοῖς συνιεῖσιν ἔχει.
εἰ μὲν γὰρ κατιδεῖν βιότου τέλος ἦν, ὁπόσον τις
ἤμελλ᾽ ἐκτελέσας εἰς Ἀΐδαο περᾶν,
εἰκὸς ἂν ἦν, ὃς μὲν πλείω χρόνον αἶσαν ἔμιμνε,
φείδεσθαι μᾶλλον τοῦτον, ἵν᾽ εἶχε βίον:
νῦν δ᾽ οὐκ ἔστιν. ὃ δὴ καὶ ἐμοὶ μέγα πένθος ὄρωρεν,
καὶ δάκνομαι ψυχήν, καὶ δίχα θυμὸν ἔχω.
ἐν τριόδῳ δ᾽ ἕστηκα: δὔ εἰσὶ πρόσθεν ὁδοί μοι:
φροντίζω τούτων ἥντιν᾽ ἴω πρότερην:
ἢ μηδὲν δαπανῶν τρύχω βίον ἐν κακότητι,
ἢ ζώω τερπνῶς ἔργα τελῶν ὀλίγα.
εἶδον μὲν γὰρ ἔγωγ᾽, ὃς ἐφείδετο, κοὔποτε γαστρὶ
σῖτον ἐλευθέριον πλούσιος ὢν ἐδίδου,
ἀλλὰ πρὶν ἐκτελέσαι κατέβη δόμον Ἄϊδος εἴσω,
χρήματα δ᾽ ἀνθρώπων οὑπιτυχὼν ἔλαβεν:
ὥστ᾽ ἐς ἄκαιρα πονεῖν καὶ μὴ δόμεν ᾧ κε θέλῃσι.
εἶδον δ᾽ ἄλλον, ὃς ᾗ γαστρὶ χαριζόμενος
χρήματα μὲν διέτριψεν, ἔφη δ᾽ Ὑπάγω φρένα τέρψας:
πτωχεύει δὲ φίλους πάντας, ὅπου τιν᾽ ἴδῃ.
οὕτω, Δημόκλεις, κατὰ χρήματ᾽ ἄριστον ἁπάντων
τὴν δαπάνην θέσθαι καὶ μελέτην ἐχέμεν.
οὔτε γὰρ ἂν προκαμὼν ἄλλῳ καμάτου μεταδοίης,
οὔτ᾽ ἂν πτωχεύων δουλοσύνην τελέοις:
οὐδ᾽, εἰ γῆρας ἵκοιο, τὰ χρήματα πάντ᾽ ἀποδραίη.
ἐν δὲ τοιῷδε γένει χρήματ᾽ ἄριστον ἔχειν:
ἢν μὲν γὰρ πλουτῇς, πολλοὶ φίλοι, ἢν δὲ πένηαι,
παῦροι, κοὐκέθ᾽ ὁμῶς αὐτὸς ἀνὴρ ἀγαθός.
φείδεσθαι μὲν ἄμεινον, ἐπε ὶ ο ὐδὲ θανὀντ᾽ ἀποκλαίει
οὐδείς, ἢν μὴ ὁρᾷ χρήματα λειπόμενα.
παύροις ἀνθρώπων ἀρετὴ καὶ κάλλος ὀπηδεῖ:
ὄλβιος, ὃς τούτων ἀμφοτέρων ἔλαχεν.
πάντες μιν τιμῶσιν: ὁμῶς νέοι οἵ τε κατ᾽ αὐτὸν
χώρης εἴκουσιν τοί τε παλαιότεροι:
γηράσκων δ᾽ ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτὸν
βλάπτειν οὔτ᾽ αἰδοῦς οὔτε δίκης ἐθέλει.
οὐ δύναμαι φωνῇ λίγ᾽ ἀειδέμεν ὥσπερ ἀηδών:
καὶ γὰρ τὴν προτέρην νύκτ᾽ ἐπὶ κῶμον ἔβην.
οὐδὲ τὸν αὐλητὴν προφασίζομαι: ἀλλά με γῆρυς
ἐκλείπει σοφίης οὐκ ἐπιδευόμενον.
ἐγγύθεν αὐλητῆρος ἀείσομαι ὧδε καταστὰς
δεξιός, ἀθανάτοις θ εοῖσιν ἐπευχόμενος.
εἶμι παρὰ στάθμην ὀρθὴν ὁδόν, οὐδετέρωσε
κλινόμενος: χρὴ γάρ μ᾽ ἄρτια πάντα νοεῖν.
πατρίδα κοσμήσω, λιπαρὴν πόλιν, οὔτ᾽ ἐπὶ δήμῳ
τρέψας οὔτ᾽ ἀδίκοις ἀνδράσι πειθόμενος.
νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθὼς
ποσσὶ καταιμάρψας αἵματος οὐκ ἔπιον:
τειχέων δ᾽ ὑψηλῶν ἐπιβὰς πόλιν οὐκ ἀλάπαξα:
ζευξάμενος δ᾽ ἵππους ἅρματος οὐκ ἐπέβην:
πρήξας δ᾽ οὐκ ἔπρηξα, καὶ οὐκ ἐτέλεσσα τελέσσας,
δρήσας δ᾽ οὐκ ἔδρησ᾽, ἤνυσα δ᾽ οὐκ ἀνύσας.
δειλοὺς εὖ ἕρδοντι δύω κακά: τῶν τε γὰρ αὐτοῦ
χήρευσε κτεάνων, καὶ χάρις οὐδεμία.
εἴ τι παθὼν ἀπ᾽ ἐμεῦ ἀγαθὸν μέγα μὴ χάριν οἶδας,
χρῄζων ἡμετέρους αὖτις ἵκοιο δόμους.
ἔστε μὲν αὐτὸς ἔπινον ἀπὸ κρήνης μελανύδρου,
ἡδύ τέ μοί τι δόκει καὶ καλὸν εἶμεν ὕδωρ:
νῦν δ᾽ ἤδη τεθόλωται, ὕδωρ δ᾽ ἀναμίσγεται ὕλῃ:
ἄλλης δὴ κρήνης πίομαι ἡδυπότου.
†μήποτ᾽ ἐπαινήσῃς πρὶν ἂν εἰδῇς ἄνδρα σαφηνέως,
ὀργὴν καὶ θυμὸν καὶ τρόπον ὅντιν᾽ ἔχει.
πολλοί τοι κίβδηλον ἐπίκλοπον ἦθος ἔχοντες
κρύπτουσ᾽, ἐνθέμενοι ῥυθμὸν ἐφημέριον:
τούτων δ᾽ ἐκφαίνει πάντων χρόνος ἦθος ἑκάστου.
καὶ γὰρ ἐγὼ γνώμης πολλὸν ἄρ᾽ ἐκτὸς ἔβην:
ἔφθην δ᾽ αἰνήσας πρίν σου κατὰ πάντα δαῆναι
ἤθεα: νῦν δ᾽ ἤδη νηῦς ἅθ᾽ ἑκὰς διέχω.
τίς δ᾽ ἀρετὴ πίνοντ᾽ ἐπιοίνιον ἆθλον ἑλέσθαι;
πολλάκι τοι νικᾷ καὶ κακὸς ἄνδρ᾽ ἀγαθόν.
†οὐδεὶς ἀνθρώπων, ὅτε πρῶτ᾽ ἐπὶ γαῖα καλύψῃ
εἴς τ᾽ Ἔρεβος καταβῇ δώματα Περσεφόνης,
τέρπεται οὔτε λύρης οὔτ᾽ αὐλητῆρος ἀκούων,
οὔτε Διωνύσου δῶρ᾽ ἔτ᾽ ἀειρόμενος.
ταῦτ᾽ ἐσορῶν κραδίην εὖ πείσομαι, ὄφρα τ᾽ ἐλαφρὰ
γούνατα καὶ κεφαλὴν ἀτρεμέως προφέρω.
μή μοι ἀνὴρ εἴη γλώσσῃ φίλος, ἀλλὰ καὶ ἔργῳ:
χερσίν τε σπεύδοι χρήμασί τ᾽ ἀμφότερα.
μηδὲ παρὰ κρητῆρι λόγοισιν ἐμὴν φρένα θέλγοι,
ἀλλ᾽ ἕρδων φαίνοιτ᾽, εἴ τι δύναιτ᾽, ἀγαθός.
ἡμεῖς δ᾽ ἐν θαλίῃσι φίλον καταθώμεθα θυμόν,
ὄφρα τι τερπωλῆς ἔργ᾽ ἐρατεινὰ φέρῃ.
αἶψα γὰρ ὥστε νόημα παρέρχεται ἀγλαὸς ἥβη:
οὐδ᾽ ἵππων ὁρμὴ γίνεται ὠκυτέρη,
αἵτε ἄνακτα φέρουσι δορυσσόον ἐς πόνον ἀνδρῶν
λάβρως πυροφόρῳ τερπόμεναι πεδίῳ.
πῖν᾽ ὁπόταν πίνωσιν: ὅταν δέ τι θυμὸν ἀσηθῇς,
μηδεὶς ἀνθρώπων γνῷ σε βαρυνόμενον.
ἄλλοτέ τοι πάσχων ἀνιήσεαι, ἄλλοτε δ᾽ ἕρδων
χαιρήσεις: δύναται δ᾽ ἄλλοτε ἄλλος ἀνήρ.
εἰ θείης, Ἀκάδημε, μ᾽ ἐφίμερον ὕμνον ἀείδειν,
ἆθλον δ᾽ ἐν μέσσῳ παῖς καλὸν ἄνθος ἔχων
σοί τ᾽ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν,
γνοίης χ᾽ ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
τῆμος δ᾽ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους
ἄρτι παραλλάσσοι μέσσατον ἦμαρ ἐλῶν,
δείπνου δηὖτ᾽ ἀλέγοιμεν ὅσου τινὰ θυμὸς ἀνώγοι,
παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι,
χέρνιβα δ᾽ αἶψα θύραζε φέροι στεφανώματα δ᾽ ἕσσαι
εὐειδὴς ῥαδιναῖς χερσὶ Λάκαινα κόρη.
ἥδ᾽ ἀρετή, τόδ᾽ ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον
κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ σοφῷ,
ξυνὸν δ᾽ ἐσθλὸν τοῦτο πόληΐ τε παντί τε δήμῳ,
ὅστις ἂν εὖ διαβὰς ἐν προμάχοισι μένῃ.
†ξυνὸν δ᾽ ἀνθρώποις ὑποθήσομαι, ὄφρα τις ἡβᾷ
ἀγλαὸν ἄνθος ἔχων καὶ φρεσὶν ἐσθλὰ νοῇ,
τῶν αὐτοῦ κτεάνων εὖ πάσχεμεν: οὐ γὰρ ἀνηβᾶν
δὶς πέλεται πρὸς θεῶν οὐδὲ λύσις θανάτου
θνητοῖς ἀνθρώποισι: καλὸν δ᾽ ἐπὶ γῆρας ἐλέγχει
οὐλόμενον, κεφαλῆς δ᾽ ἅπτεται ἀκροτάτης.
ἄ μάκαρ εὐδαίμων τε καὶ ὄλβιος, ὅστις ἄπειρος
ἄθλων εἰς Ἀΐδεω δῶμα μέλαν καταβῇ,
πρίν τ᾽ ἐχθροὺς πτῆξαι καὶ ὑπερβῆναί περ ἀνάγκῃ
ἐξετάσαι τε φίλους ὅντιν᾽ ἔχουσι νόον.
αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,
πτοιῶμαι δ᾽ ἐσορῶν ἄνθος ὁμηλικίης
τερπνὸν ὁμῶς καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι:
ἀλλ᾽ ὀλιγοχρόνιος γίνεται ὥσπερ ὄναρ
ἥβη τιμήεσσα, τὸ δ᾽ οὐλόμενον καὶ ἄμορφον
αὐτίχ᾽ ὑπὲρ κεφαλῆς γῆρας ὑπερκρέμαται.
οὔποτε τοῖς ἐχθροῖσιν ὑπὸ ζυγὸν αὐχένα θήσω
δύσλοφον, οὐδ᾽ εἴ μοι Τμῶλος ἔπεστι κάρῃ.
δειλοί τοι κακότητι ματαιότεροι νόον εἰσίν,
τῶν δ᾽ ἀγαθῶν αἰεὶ πρήξιες ἰθύτεραι.
ῥηϊδίη τοι πρῆξις ἐν ἀνθρώποις κακότητος,
τοῦ δ᾽ ἀγαθοῦ χαλεπή, Κύρνε, πέλει παλάμη.
τόλμα, θυμέ, κακοῖσιν ὅμως ἄτλητα πεπονθώς:
δειλῶν τοι κραδίη γίνεται ὀξυτέρη.
μηδὲ σύ γ᾽ ἀπρήκτοισιν ἐπ᾽ ἔργμασιν ἄλγος ἀέξων
ὄχθει, μηδ᾽ ἄχθευ, μηδὲ φίλους ἀνία,
μηδ᾽ ἐχθροὺς εὔφραινε. θεῶν δ᾽ εἱμαρμένα δῶρα
οὐκ ἂν ῥηϊδίως θνητὸς ἀνὴρ προφύγοι,
οὔτ᾽ ἂν πορφυρέης καταδὺς ἐς πυθμένα λίμνης,
οὔθ᾽ ὅταν αὐτὸν ἔχῃ Τάρταρος ἠερόεις.
ἄνδρα τοίἐστ᾽ ἀγαθὸν χαλεπώτατον ἐξαπατῆσαι,
ὡς ἐμοὶ ἐν γνώμῃ, Κύρνε, πάλαι κέκριται.
Ἤιδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώϊα δὴ νῦν,
οὕνεκα τοῖς δειλοῖς οὐδεμἴ ἐστὶ χάρις.
ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτινες οἶνον
μὴ πίνωσ᾽ ἄστρου Σειρίου ἀρχομένου.
δεῦρο σὺν αὐλητῆρι: παρὰ κλαίοντι γελῶντες
πίνωμεν κείνου κήδεσι τερπόμενοι.
Εὕδωμεν: φυλακὴ δὲ πόλευς φυλάκεσσι μελήσει
Ἀστυφέλης ἐρατῆς πατρίδος ἡμετέρης.
ναὶ μὰ Δἴ, εἴ τις τῶνδε καὶ ἐγκεκαλυμμἑνος εὕδει,
ἡμέτερον κῶμον δέξεται ἁρπαλέως.
νῦν μὲν πίνοντες τερπώμεθα, καλὰ λέγοντες:
ἅσσα δ᾽ ἔπειτ᾽ ἔσται, ταῦτα θεοῖσι μέλει.
†σοὶ δ᾽ ἐγὼ οἷά τε παιδὶ πατὴρ ὑποθήσομαι αὐτὸς
ἐσθλά: σὺ δ᾽ ἐν θυμῷ καὶ φρεσὶ ταῦτα βάλευ.
μήποτ᾽ ἐπειγόμενος πράξῃς κακόν, ἀλλὰ βαθείῃ
τῇ φρενὶ βούλευσαι σωσιδίκῳ τε νόῳ:
τῶν γὰρ μαινομένων πέτεται θυμός τε νόος τε,
βουλὴ δ᾽ εἰς ἀγαθὸν καὶ νόον ἐσθλὸν ἄγει.
ἀλλὰ λόγον μὲν τοῦτον ἐάσομεν, αὐτὰρ ἐμοὶ σὺ
αὔλει, καὶ Μουσῶν μνησόμεθ᾽ ἀμφότεροι:
αὗται γὰρ τάδ᾽ ἔδωκαν ἔχειν κεχαρις μένα δῶρα
σοὶ καὶ ἐμοί, συνέμεν δ᾽ ἀμφιπερικτίοσιν.
†̣Τιμαγόρα, πολλῶν ὀργὴν ἀπάτερθεν ὁρῶντι
γινῴσκειν χαλεπόν, καίπερ ἐόντι σοφῷ:
οἱ μὲν γὰρ κακότητα κατακρύψαντες ἔχουσι
πλούτῳ, τοὶ δ᾽ ἀρετὴν οὐλομένῃ πενίῃ.
ἐν δ᾽ ἥβῃ πάρα μὲν ξὺν ὁμήλικι πάννυχον εὕδειν
ἱμερτῶν ἔργων ἐξ ἔρον ἱέμενον,
ἔστι δὲ κωμάζοντα μετ᾽ αὐλητῆρος ἀείδειν.
οὐδέν τοι τούτων ἄλλ᾽ ἔπι τερπνότερον
ἀνδράσιν οὐδὲ γυναιξί. τί μοι πλοῦτός τε καὶ αἰδώς;
τερπωλὴ νικᾷ πάντα σὺν εὐφροσύνῃ.
ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτε θανόντας
κλαίουσ᾽, οὐδ᾽ ἥβης ἄνθος ἀπολλύμενον.
τέρπεό μοι, φίλε θυμέ: τάχ᾽ αὖ τινες ἄλλοι ἔσονται
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν᾽ ἔσομαι.
Κύρνε, φίλους πρὸς πάντας ἐπίστρεφε ποικίλον ἦθος,
συμμίσγων ὀργὴν οἷος ἕκαστος ἔφυ:
νῦν μὲν τῷδ᾽ ἐφέπευ, τοτὲ δ᾽ ἀλλοῖος πέλευ ὀργήν.
κρεῖσσόν τοι σοφίη καὶ μεγαλῆς ἀρετῆς.
πρήγματος ἀπρήκτου χαλεπώτατόν ἐστι τελευτὴν
γνῶναι ὅπως μέλλει τοῦτο θεὸς τελέσαι:
ὄρφνη γὰρ τέταται, πρὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι
οὐ ξυνετὰ θνητοῖς πείρατ᾽ ἀμηχανίης.
οὐδένα τῶν ἐχθρῶν μωμήσομαι ἐσθλὸν ἐόντδ,
οὐδὲ μὲν αἰνήσω δειλὸν ἐόντα φίλον.
Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκῃ ἄνδρα
ὑβριστήν, χαλεπῆς ἡγεμόνα στάσιος:
ἀστοὶ μὲν γὰρ ἔασι σαόφρονες, ἡγεμόνες δὲ
τετράφαται πολλὴν ἐς κακότητα πεσεῖν.
μή μ᾽ ἔπεσιν μὲν στέργε, νόον δ᾽ ἔχε καὶ φρένας ἄλλῃ,
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος:
ἀλλὰ φίλει καθαρὸν θέμενος νόον ἤ μ᾽ ἀποειπὼν
ἔχθαιρ᾽, ἐμφανέως νεῖκος ἀειράμενος.
οὕτω χρὴ τον γ᾽ ἐσθλὸν ἐπιστρέψαντα νόημα
ἔμπεδον αἰὲν ἔχειν ἐς τέλος ἀνδρὶ φίλῳ.
Δημῶναξ, σοὶ πολλὰ φέρειν βαρύ: οὐ γὰρ ἐπίστῃ
τοῦθ᾽ ἕρδειν ὅτι σοι μὴ καταθύμιον ᾖ.
Κάστορ καὶ Πολύδευκες, οἳ ἐν Λακεδαίμονι δίῃ
ναίετ᾽ ἐπ᾽ Εὐρώτᾳ, καλλιρόῳ ποταμῷ,
εἴ ποτε βουλεύσαιμι φίλῳ κακόν, αὐτὸς ἔχοιμι,
εἰ δέ τι κεῖνος ἐμοί, δὶς τόσον αὐτὸς ἔχοι.
Ἀργαλέως μοι θυμὸς ἔχει περὶ σῆς φιλότητος:
οὔτε γὰρ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι,
γινῴσκων χαλεπὸν μέν, ὅταν φίλος ἀνδρὶ γένηται,
ἐχθαίρειν, χαλεπὸν δ᾽ οὐκ ἐθέλοντα φιλεῖν.
σκέπτεο δὴ νῦν ἄλλον: ἐμοί γε μὲν οὔτις ἀνάγκη
τοῦθ᾽ ἕρδειν: τῶν μοι πρόσθε χάριν τίθεσο.
ἤδη καὶ πτερύγεσσιν ἐπαίρομαι ὥστε πετεινὸν
ἐκ λινέης νεφέλης ἄνδρα κακὸν προφυγών,
βρόκχον ἀπορρήξας: σὺ δ᾽ ἐμῆς φιλότητος ἁμαρτὼν
ὕστερον ἡμετέρην γνώσῃ ἐπιφροσύνην.
ὅστις σοι βούλευσεν ἐμεῦ πέρι καὶ σ᾽ ἐκέλευσεν
οἴχεσθαι προλιπόνθ᾽ ἡμετέρην φιλίην --
ὕβρις καὶ Μάγνητας ἀπώλεσε καὶ Κολοφῶνα
καὶ Σμύρνην: πάντως, Κύρνε, καὶ ὔμμ᾽ ἀπολεῖ.
δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ᾽ ἄριστον:
πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ᾽ ἀγαθοί.
ἐς βάσανον δ᾽ ἐλθὼν παρατριβόμενός τε μολίβδῳ
χρυσὸς ἄπεφθος ἐὼν δῆλος ἅπασιν ἔσῃ.
ὤ μοι ἐγὼ δειλός: καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς
τοῖς δὲ φίλοισι πόνος δεινὰ παθὼν γενόμην.
Κύρν᾽, οἱ πρόσθ᾽ ἀγαθοὶ νῦν αὖ κακοί, οἱ δὲ κακοὶ πρὶν
νῦν ἀγαθοί. τίς κεν ταῦτ᾽ ἀνέχοιτ᾽ ἐσορῶν,
τοὺς ἀγαθοὺς μὲν ἀτιμοτέρους, κακίους δὲ λαχόντας
τιμῆς; μνηστεύει δ᾽ ἐκ κακοῦ ἐσθλὸς ἀνήρ:
ἀλλήλους δ᾽ ἀπατῶντες ἐπ᾽ ἀλλήλοισι γελῶσιν,
οὔτ᾽ ἀγαθῶν μνήμην εἰδότες οὔτε κακῶν.
πολλὰ δ᾽ ἀμηχανίῃσι κυλίνδομαι ἀχνύμενος κῆρ:
ἀρχὴν γὰρ πενίης οὐχ ὑπερεδράμομεν.
χρήματ᾽ ἔχων πενίην μ᾽ ὠνείδισας: ἀλλὰ τὰ μέν μοι
ἔστι, τὰ δ᾽ ἐργάσομαι θ εο ῖσιν ἐπευξάμενος.
Πλοῦτε, θεῶν κάλλιστε καὶ ἱμεροέστατε πάντων,
σὺν σοὶ καὶ κακὸς ὢν γίνεται ἐσθλὸς ἀνήρ.
ἥβης μέτρον ἔχοιμι, θιλοῖ δέ με Φοῖβος Ἀπόλλων
Λητοϊδης καὶ Ζεὺς ἀθανάτων βασιλεύς,
ὄφρα δίκῃ ζώοιμι κακῶν ἔκτοσθεν ἁπάντων,
ἥβῃ καὶ πλούτῳ θυμὸν ἰαινόμενος.
μή με κακῶν μίμνῃσκε: πέπονθά τοι οἷά τ᾽ Ὀδυσσεύς,
ὅστ᾽ Ἀΐδεω μέγα δῶμ᾽ ἤλυθεν ἐξαναδύς,
ὃς δὴ καὶ μνηστῆρας ἀνείλετο νηλέϊ θυμῷ
Πηνελόπης εὔφρων κουριδίης ἀλόχου,
ἥ μιν δήθ᾽ ὑπέμεινε φίλῳ παρὰ παιδὶ μένουσα
ὄφρα τε γῆς ἐπέβη δειμαλέους τε μυχούς ...
Ἐμπίομαι πενίης θυμοφθόρου οὐ μελεδαίνων
οὐδ᾽ ἀνδρῶν ἐχθρῶν οἵ με λέγουσι κακῶς:
ἀλλ᾽ ἥβην ἐρατὴν ὀλοφύρομαι, ἥ μ᾽ ἐπιλείπει,
κλαίω δ᾽ ἀργαλέον γῆρας ἐπερχόμενον.
Κύρνε, παροῦσι φίλοισι κακοῦ καταπαύσομεν ἀρχήν,
ζητῶμεν δ᾽ ἕλκει φάρμακα φυομένῳ.
†ἐλπὶς ἐν ἀνθρώποισι μόνη θεὸς ἐσθλὴ ἔτ᾽ ἐστίν,
ἄλλοι δ᾽ Οὔλυμπόνδ᾽ ἐκπρολιπόντες ἔβαν:
ᾤχετο μὲν Πίστις, μεγάλη θεός, ᾤχετο δ᾽ ἀνδρῶν
σωφροσύνη, Χάριτές τ᾽, ὦ φίλε, γῆν ἔλιπον.
ὅρκοι δ᾽ οὐκέτι πιστοὶ ἐν ἀνθρώποισι δίκαιοι,
οὐδὲ θεοὺς οὐδεὶς ἅζεται ἀθανάτους:
εὐσεβέων δ᾽ ἀνδρῶν γένος ἔφθιται, οὐδὲ θέμιστας
οὐκέτι γινῴσκουσ᾽ οὐδὲ μὲν εὐνομίας.
ἀλλ᾽ ὄφρα τις ζώῃ καὶ ὁρᾷ φάος ἠελίοιο
εὐσεβέων περὶ θ εο ὺς Ἐλπίδα προσσεβέτω:
εὐχέσθω δὲ θεοῖσι κατ᾽ ἀγλαὰ μηρία καίων
ἐλπίδι τε πρώτῃ καὶ πυμάτῃ θυέτω.
φραζέσθω δ᾽ ἀδίκων ἀνδρῶν σκολιὸν λόγον αἰεί,
οἳ θεῶ ν ἀθανάτων οὐδὲν ὀπιζόμενοι
αἰὲν ἐπ᾽ ἀλλοτρίοις κτεάνοις ἐπέχουσι νόημα,
αἰσχρὰ κακοῖς ἔργοις σύμβολα θηκάμενοι.
μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.
εἴη μοι πλουτοῦντι κακῶν ἀπάτερθε μεριμνέων
ζώειν ἀβλαβέως μηδὲν ἔχοντι κακόν.
οὐκ ἔραμαι πλουτεῖν οὐδ᾽ εὔχομαι, ἀλλά μοι εἴη
ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.
πλοῦτος καὶ σοφίη θνητοῖς ἀμαχώτατον αἰεί:
οὔτε γὰρ ἂν πλούτου θυμὸν ὑπερκορέσαις,
ὣς δ᾽ αὔτως σοφίην ὁ σοφώτατος οὐκ ἀποφεύγε;,
ἀλλ᾽ ἔραται, θυμὸν δ᾽ οὐ δύναται τελέσαι.
...
...
ταῦθ᾽ ἕρδειν: τῶν μοι πρόσθε χάριν τίθεσο.
οὐδένα θησαυρὸν παισὶν κατανῆσαι ἄμεινον:
αἰτοῦσιν δ᾽ ἀγαθοῖς ἀνδράσι, Κύρνε, δίδου.
οὐδεὶς γὰρ πάντ᾽ ἐστὶ πανόλβιος: ἀλλ᾽ ὁ μὲν ἐσθλὸς
τολμᾷ ἔχων τὸ κακόν, κοὐκ ἐπίδηλον ὅμως:
δειλὸς δ᾽ οὔτ᾽ ἀγαθοῖς τις ἐπίσταται οὔτε κακοῖσι
θυμὸν ὁμῶς μίσγειν. ἀθανάτων τε δόσεις
παντοῖαι θνητοῖσιν ἐπέρχοντ᾽: ἀλλ᾽ ἐπιτολμᾶν
χρὴ δῶρ᾽ ἀθανάτων οἷα διδοῦσιν ἔχειν.
ὀφθαλμοὶ καὶ γλῶσσα καὶ οὔατα καὶ νόος ἀνδρὶ
ἐν μέσσῳ στηθέων εὐξυνέτῳ φύεται.
τοιοῦτός τοι ἀνὴρ ἔστω φίλος, ὃς τὸν ἑταῖρον
γινῴσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, τοῦτ᾽ ἐνὶθυμῷ
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω.
οὔτιν᾽ ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν
πιστὸν ἑταῖρον ὅτῳ μή τις ἔνεστι δόλος:
ἐς βάσανον δ᾽ ἐλθὼν παρατριβόμενός τε μολίβδῳ
χρυσός, ὑπερτερίης ἄμμιν ἔνεστι τύπος.
τοῖς ἀγαθοἷς σύμμισγε, κακοῖσι δὲ μήποθ᾽ ὁμαρτεῖ,
εὖτ᾽ ἂν ὁδοῦ τελέῃς τέρματ᾽ ἐπ᾽ ἐμπορίην.
τῶν ἀγαθῶν ἐσθλὴ μὲν ἀπόκρισις ἐσθλὰ δὲ ἔργα:
τῶν δὲ κακῶν ἄνεμοι δειλὰ φέρουσιν ἔπη.
ἐκ καχεταιρειης κακὰ γίνεται: εὖ δὲ καὶ αὐτὸς
γνώσῃ, ἐπεὶ μεγάλους ἤλιτες ἀθανάτους.
γνώμην, Κύρνε, θεοὶ θνητοῖσι διδοῦσιν ἄριστον
ἀνθρώποις: γνώμη πείρατα παντὸς ἔχει.
ὢ μάκαρ, ὅστις δή μιν ἔχει φρεσίν: ἦ πολὺ κρέσσων
ὕβριος οὐλομένης λευγαλέου τε κόρου:
ἔστι δὲ ταῦτα βροτοῖσι κακῶν τῶν οὔτι κάκιον:
πᾶσα γὰρ ἐκ τούτων, Κύρνε, πέλει κακότης.
εἴ κ᾽ εἴης ἔργων αἰσχρῶν ἀπαθὴς καὶ ἀεργός,
Κύρνε, μέγιστόν κεν πεῖραρ ἔχοις ἀρετῆς.
τολμᾶν χρὴ χαλεποῖσιν ἐν ἄλγεσιν ἦτορ ἔχοντα,
πρὸς δὲ θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.
Κύρνε, θεοὺς αἰδοῦ καὶ δείδιθι: τοῦτο γὰρ ἄνδρα
εἴργει μήθ᾽ ἕρδειν μήτε λέγειν ἀσεβῆ:
δημοφάγον δὲ τύραννον, ὅπως ἐθέλῃς, κατακλῖναι
οὐ νέμεσις πρὸς θεῶν γίνεται οὐδεμία.
οὐδένα, Κύρν᾽, αὐγαὶ φαεσιβρότου ἠελίοιο
ἄνδρ᾽ ἐφορῶσ᾽ ᾧ μὴ μῶμος ἐπικρέμαται.
ἀστῶν δ᾽ οὐ δύναμαι γνῶναι νόον ὅντιν᾽ ἔχουσιν:
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς.
νοῦς ἀγαθὸν καὶ γλῶσσ᾽: ἀτὰρ ἐν παύροισι πέφυκεν
ἀνδράσιν οἳ τούτων ἀμφοτέρων ταμίαι.
οὔτις ἄποινα διδοὺς θάνατον φύγοι, οὐδὲ βαρεῖαν
δυστυχίην, εἰ μὴ μοῖρ᾽ ἐπὶ τέρμα βάλοι:
οὐδ᾽ ἂν δυσφροσύνης ὅτε δὴ θεὸς ἄλγεα πέμποι,
θνητὸς ἀνὴρ δώροις ἱλάμενος προφύγοι.
οὐκ ἔραμαι κλισμῷ βασιληΐῳ ἐγκατακεῖσθαι
τεθνέως, ἀλλά τι μοι ζῶντι γένοιτ᾽ ἀγαθόν.
ἀσπάλαθοι δὲ τάπησιν ὁμοῖον στρῶμα θανόντι:
εὔκολος ἢ σκληρῷ κλίνεται ἢ μαλακῷ.
μήτι θεοὺς ἐπίορκον ἐπόμνυθι: οὐ γὰρ ἀνυστὸν
ἀθανάτους κρύψαι χρεῖος ὀφειλόμενον.
ὄρνιθος φωνήν, Πολυπαίδη, ὀξὺ βοώσης
ἤκουσ᾽, ἥτε βροτοῖς ἄγγελος ἦλθ᾽ ἀρότου
ὡραίου: καί μοι κραδίην ἐπάταξε μέλαιναν
ὅττι μοι εὐανθεῖς ἄλλοι ἔχουσιν ἀγρούς,
οὐδ᾽ ἐμοὶ ἡμίονοι κύφων᾽ ἕλκουσιν ἀρότρου,
τῆς μάλα μισητῆς εἵνεκα ναυτιλίης.
οὐκ εἶμ᾽, οὐδ᾽ ἐπ᾽ ἐμοῦ κεκλαύσεται οὐδ᾽ ἐπὶ τύμβῳ
οἰμωχθεὶς ὑπὸ γῆν εἶσι τύραννος ἀνήρ,
οὐδ᾽ ἂν ἐκεῖνος ἐμοῦ τεθνηότος οὔτ᾽ ἀνιῷτο
οὔτε κατὰ βλεφάρων θέρμα βάλοι δάκρυα.
οὔτε σε κωμάζειν ἀπερύκομεν οὔτε καλοῦμεν,
ἀργαλέος παρεών, καὶ φίλος εὔτ᾽ ἂν ἀπῇς.
αἴθων μὲν γένος εἰμί, πόλιν δ᾽ εὐτείχεα Θήβην
οἰκῶ πατρῴας γῆς ἀπερυκόμενος.
μή μ᾽ ἀφελῶς παίζουσα φίλους δένναζε τοκῆας,
Ἄργυρι. σοὶ μὲν γὰρ δούλιον ἦμαρ ἔπι:
ἡμῖν δ᾽ ἄλλα μέν ἐστι, γύναι, κακὰ πόλλ᾽ ἐπεὶ ἐκ γῆς
φεύγομεν, ἀργαλέη δ᾽ οὐκ ἔπι δουλοσύνη,
οὐδ᾽ ἡμᾶς περνᾶσι: πόλις γε μέν ἐστι καὶ ἡμῖν
μήποτε πὰρ κλαίοντα καθεζόμενοι γελάσωμεν
τοῖς αὐτῶν ἀγαθοῖς, Κύρν᾽, ἐπιτερπόμενοι.
ἐχθρῷ μὲν χαλεπὸν τὸν δυσμενῆ ἐξαπατῆσαι
Κύρνε, φίλον δὲ φίλῳ ῥᾴδιον ἐξαπατᾶν.
πολλὰ φέρειν εἴωθε δέος θνητοῖσι βροτοῖσι
πταίσματα τῆς γνώμης, Κύρνε, ταρασσομένης.
οὐδέν, Κύρν᾽, ὀργῆς ἀδικώτερον, ἣ τὸν ἔχοντα
πημαίνει θυμῷ δειλὰ χαριζομένη.
οὐδέν, Κύρν᾽ ἀγαθῆς γλυκερώτερόν ἐστι γυναικός:
μάρτυς ἐγώ, σὺ δ᾽ ἐμοὶ γίγνου ἀληθοσύνης.
ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρὸς
τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι.